1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

69

ψευδὲς γὰρ τὸ πάθος οὐκ ὄντος τοῦ πάσχον τος. Ὅτι δὲ καὶ ἡ θεία Γραφὴ προφανῶς τοῦ σώματος κηρύτ τει τὸ πάθος, ῥᾴδιον τῷ βουλομένῳ τῶν ἱερῶν Εὐαγγελίων ἀναπτύξαι τὴν τετρακτύν, καὶ μαθεῖν ἐκεῖθεν, ὅπως Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθίας προσῆλθε τῷ Πιλάτῳ, καὶ ᾔτησε τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ὡς ὁ Πιλάτος προσέταξε δοθῆναι τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ὡς ὁ Ἰωσὴφ καθεῖλεν ἀπὸ τοῦ ξύλου τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ὡς ἐνείλησε τῇ σινδόνι τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ὡς τοῦτο κατέθηκεν ἐν τῷ καινῷ μνημείῳ. Ταῦτα οἱ τέσσαρες εὐαγγελισταὶ συνέγραψαν, πολλάκις τοῦ σώματος μνημονεύ σαντες. Εἰ δὲ τὰ παρὰ τοῦ ἀγγέλου πρὸς τὰς περὶ Μαρίαν εἰρημένα προφέρουσι· ∆εῦτε βλέπετε ὅπου ἔκειτο ὁ Κύριος , ἀκουσάτωσαν τῆς τῶν Πράξεων ἱστορίας λεγούσης, ὅτι Συνεκόμισαν τὸν Στέφανον ἄνδρες εὐλαβεῖς , καὶ σκοπείτωσαν, ὡς οὐ τὴν ψυχὴν τοῦ νικηφόρου Στεφάνου, ἀλλὰ τὸ σῶμα τῶν νομιζομένων ἠξίωσαν. Καὶ μέχρι δὲ τοῦ παρόντος, ἐν τοῖς τῶν καλλινίκων μαρτύρων εἰσιόντες σηκοῖς, ἐρωτᾶν εἰώθαμεν τίς ὁ ἐν τῇ θήκῃ καλεῖται· οἱ δὲ τἀληθὲς εἰδότες ἀποκρίνονται, ἢ Ἰουλιανὸν τυχὸν τὸν μάρτυρα, ἢ Ῥωμανόν, ἢ Τιμόθεον· καίτοι πολλάκις οὐδὲ τελείων τῶν σωμάτων κειμένων, ἀλλὰ σμικροτάτων λειψάνων· ἀλλ' ὅμως τῷ κοινῷ ὀνόματι καὶ τὸ σῶμα προσαγορεύομεν. Οὕτως ὁ ἄγγελος τοῦ Κυρίου τὸ σῶμα Κύριον προσηγόρευσεν, ἐπειδὴ σῶμα ἦν τοῦ τῶν ὅλων Κυρίου. Καὶ αὐτὸς δὲ ὁ Κύριος, οὐ τὴν ἀόρατον φύσιν, ἀλλὰ τὸ σῶμα δώσειν ὑπέσχετο ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς· Ὁ γὰρ ἄρτος , φησίν, ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστίν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς . Κἀν τῇ τῶν θείων μυστηρίων παραδόσει λαβὼν τὸ σύμβολον ἔφη· Τοῦτό ἐστι τὸ σῶμά μου, τὸ ὑπὲρ ὑμῶν διδόμενον, ἢ κλώμενον , κατὰ τὸν Ἀπόστολον. Καὶ οὐδαμοῦ περὶ πάθους διαλεχθεὶς τῆς ἀπαθοῦς ἐμνήσθη θεότητος. Χρὴ δὲ πρὸ τῶν ἄλλων ἁπάντων τοὺς ἀντιλέγειν ἐπιχει ροῦντας ἐρωτᾶσθαι, εἰ συνομολογοῦσι τελείαν ὑπὸ τοῦ Θεοῦ Λόγου προσειλῆφθαι τὴν ἀνθρωπείαν φύσιν, καὶ εἰ τὴν ἕνωσιν ἀσύγχυτον γεγενῆσθαί φασιν. Εἰ γὰρ ταῦτα συνομολογηθείη, καὶ τἄλλα κατὰ τάξιν προβήσεται, καὶ τὸ πάθος τῇ παθητῇ προσαρμοσθήσεται φύσει. Ταῦτα ἐν κεφαλαίῳ νῦν ὑπηγόρευσα καὶ τῆς ἐπιστολῆς ὑπερέβην τὸ μέτρον. Ἀπέστειλα δὲ καὶ ἣν πρώην ἔγραψα, προτραπεὶς ὑπὸ τοῦ θεοφιλεστάτου καὶ ἁγιω τάτου ἀνθρώπου τοῦ Θεοῦ τοῦ κυρίου ... σύντομον διδασκαλίαν, ἱκανὴν οὖσαν καὶ αὐτὴν διδάξαι τὴν τῶν ἀποστολικῶν δογμά των ἀλήθειαν. Εἰ δὲ εὕροιμι καλλιγράφον, πέμψω σου τῇ ὁσιότητι καὶ ἃ διαλογικῶς συνέγραψα, τοὐτέστι κατ' ἐρώτησιν καὶ ἀπόκρισιν, καὶ τὸν λόγον εὐρύνας, καὶ ὀχυρώσας τὰ ἡμέ τερα ταῖς τῶν Πατέρων διδασκαλίαις. Ἀπέστειλα δὲ νῦν καὶ ὀλΐγας τῶν ἀρχαίων διδασκάλων χρήσεις, ἱκανὰς οὔσας δεῖξαι τὸν τῆς ἐκείνων διδασκαλίας σκοπόν. Ἀντιδοῦναι τοίνυν ἡμῖν, θεοφιλέστατε, καταξίωσον τὴν ἐπικουρίαν τῶν προσευχῶν, ἵνα τὸν χαλεπὸν διαπεράσωμεν κλύδωνα καὶ τῶν εὐστόμων τοῦ Σωτῆρος ἐπιτύχωμεν λιμένων. 132 ΛΟΓΓΙΝΩ ΑΡΧΙΜΑΝ∆ΡΙΤΗ ∆ΟΛΙΧΗΣ. Καὶ τὸν ὑπὲρ τῆς εὐσεβείας ζῆλον καὶ τὴν περὶ τὸν πέλας ἀγάπην ἔδειξεν ὑμῶν ἡ θεοσέβεια. Ἀμφότερα γὰρ ἐπὶ τοῦ παρόντος συνέζευκται. Ὑπὲρ γὰρ τῶν ἀποστολικῶν πολεμού μεθα δογμάτων, ἐπειδὴ τὸν πατρῷον οὐ προϊέμεθα κλῆρον, ἀλλὰ πᾶν ὁτιοῦν παθεῖν αἱρούμεθα μᾶλλον, ἢ μίαν κεραίαν ἐκ τῆς εὐαγγελικῆς πίστεως παριδεῖν συλουμένην. Κεκοινωνή κατε τοίνυν ἡμῖν τῶν παθημάτων, καὶ διὰ γραμμάτων ψυχα γωγήσαντες, καὶ πέμψαντες πρὸς ἡμᾶς τοὺς τιμιωτάτους καὶ εὐλαβεστάτους Ματθαῖον καὶ Ἰσαάκην τοὺς διακόνους· καὶ, εὖ οἶδα, ἀκούσεσθε παρὰ τοῦ δικαίου Κριτοῦ· Ἐν