1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

57

φθεγξαμένην τοῦ παναγίου Πνεύ ματος ἀνυμνήσαμεν χάριν· καὶ παρακαλοῦμεν, καὶ ἀντιβολοῦ μεν, καὶ δεόμεθα, καὶ ἱκετεύομέν σου τὴν ἁγιωσύνην, ἐπαμῦναι ταῖς τοῦ Θεοῦ Ἐκκλησίαις χειμαζομέναις. Λύσιν γὰρ ἔσεσθαι τοῦ κλύδωνος προσδοκήσαντες διὰ τῶν παρὰ τῆς ὑμετέρας ἁγιωσύνης εἰς τὴν Ἔφεσον ἀποσταλέντων, χαλεπωτέρᾳ περιπεπτώκαμεν ζάλῃ. Ὁ γὰρ τῆς Ἀλεξανδρέων <πόλεως> δικαιότατος πρόεδρος οὐκ ἠρκέσθη τῇ ἀνόμῳ ταύτῃ καὶ ἀδικωτάτῃ καθαιρέσει τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου τῆς Κωσταντινουπολιτῶν ἐπισκόπου τοῦ κυρίου Φλαβιανοῦ, οὐδὲ ἐνέπλησεν αὐτοῦ τὸν θυμὸν τῶν ἄλλων ἐπισκόπων ἡ παραπλησία σφαγή, ἀλλὰ κἀμὲ τὸν ἀπόντα ὁμοίως καλάμῳ κατέσφαξεν, οὔτε καλέσας εἰς κριτήριον, οὔτε παρόντα κρί νας, οὐκ ἐρωτήσας τίνα φρονῶ περὶ τῆς τοῦ Θεοῦ καὶ Σωτῆ ρος ἡμῶν ἐνανθρωπήσεως. Καὶ τοὺς μὲν ἀνδροφόνους, καὶ τυμβωρύχους, καὶ τοὺς τὰς ἀλλοτρίας συλήσαντας εὐνάς, οὐ πρότερον κατακρίνουσιν οἱ δικάζοντες, ἕως ἂν ἢ αὐτοὶ τὰς κατηγορίας ταῖς ὁμολογίαις κυρώσωσιν, ἢ παρ' ἑτέρων ἐναρ γῶς ἐλεγχθῶσιν. Ἡμᾶς δὲ ὁ τοῖς θείοις νόμοις ἐντεθραμμένος πέντε καὶ τριάκοντα σταθμοῖς ἀφεστηκότας κατέκρινεν ὡς ἠθέλησε. Καὶ τοῦτο οὐ νῦν μόνον πεποίηκεν, ἀλλὰ καὶ πέρυσι μετὰ δύο ἄνδρας τῶν τὴν Ἀπολιναρίου νόσον εἰσδεξαμένων ἐκεῖσε δραμόντας, καὶ συκοφαντίας καθ' ἡμῶν ὑφήναντας, ἀναστὰς ἐπ' ἐκκλησίας ἡμᾶς ἀνεθεμάτισε· καὶ ταῦτα ἐμοῦ γράψαντος πρὸς αὐτὸν καὶ ἃ φρονῶ διὰ γραμμάτων δηλώσαν τος. Ἐγὼ δὲ ὀδύρομαι μὲν τῆς Ἐκκλησίας τὸν κλύδωνα, τὴν δὲ ἡσυχίαν ἀσπάζομαι. Ἓξ γὰρ καὶ εἴκοσι ἔτη τὴν ἐγχειρισθεῖ σάν μοι παρὰ τοῦ Θεοῦ τῶν ὅλων Ἐκκλησίαν ἰθύνας διὰ τὰς ὑμετέρας εὐχάς, οὐκ ἐπὶ τοῦ μακαριωτάτου Θεοδότου τοῦ τῆς Ἀνατολῆς προέδρου, οὐκ ἐπὶ τῶν μετ' ἐκεῖνον, τῶν τὸν Ἀντιοχέων διαδεξαμένων θρόνον, τὴν τυχοῦσαν μέμψιν ὑπέμεινα, ἀλλὰ τῆς θείας μοι χάριτος συνεργησάσης, πλείους μὲν ἢ χιλίας ψυχὰς ἠλευθέρωσα τῆς Μαρκίωνος νόσου, πολλοὺς δὲ ἄλλους ἐκ τῆς Ἀρείου καὶ Εὐνομίου συμμορίας προσήγαγον τῷ ∆εσπότῃ Χριστῷ· καὶ ἐν ὀκτακοσίαις Ἐκκλησίαις ἔλαχον ποιμαίνειν· τοσαύτας γὰρ ἡ Κύρρος παροικίας ἔχει, ἐν αἷς οὐδὲ ἓν διὰ τὰς ὑμετέρας εὐχὰς μεμένηκε ζιζάνιον· ἀλλὰ πάσης αἱρετικῆς ἠλευθέρωται πλάνης τὸ ἡμέτερον ποίμνιον. Οἶδεν ὁ πάντα ἐφορῶν πόσους ἐδεξάμην λίθους ὑπὸ τῶν δυσωνύμων κατ' ἐμοῦ πεμφθέντας αἱρετικῶν, πόσους ἐν ταῖς πλείοσι τῆς Ἀνατολῆς πόλεσι ἔσχον ἀγῶνας πρὸς Ἕλληνας, πρὸς Ἰουδαίους, πρὸς πᾶσαν πλάνην αἱρετικήν. Καὶ μετὰ τοσούτους ἱδρώτας καὶ πόνους μὴ δικασάμενος κατεκρίθην. Ἐγὼ δὲ τοῦ ἀποστολικοῦ ὑμῶν θρόνου περιμένω τὴν ψῆφον· καὶ ἱκετεύω, καὶ ἀντιβολῶ τὴν σὴν ἁγιότητα, ἐπαμῦναί μοι τὸ ὀρθὸν ὑμῶν καὶ δίκαιον ἐπικαλουμένῳ κριτήριον, καὶ κελεῦ σαι δραμεῖν παρ' ὑμᾶς, καὶ ἐπιδεῖξαί μου τὴν διδασκαλίαν τοῖς ἀποστολικοῖς ἴχνεσιν ἑπομένην. Ἔστι γάρ μοι τὰ μὲν πρὸ εἴκοσι ἐτῶν συγγεγραμμένα, τὰ δὲ πρὸ ὀκτωκαίδεκα, τὰ δὲ πρὸ πεντεκαίδεκα, τὰ δὲ πρὸ δυοκαίδεκα, τὰ μὲν πρὸς Ἀρειανοὺς καὶ Εὐνομιανούς, τὰ δὲ πρὸς Ἰουδαίους καὶ Ἕλληνας, τὰ δὲ πρὸς τοὺς ἐν Περσίδι μάγους, ἄλλα περὶ τῆς κα θόλου Προνοίας, ἕτερα δὲ περὶ θεολογίας καὶ τῆς θείας ἐναν θρωπήσεως. Ἡρμήνευταί μοι διὰ τὴν θείαν χάριν, καὶ τὰ ἀποστολικὰ συγγράμματα, καὶ τὰ προφητικὰ θεσπίσματα. Καὶ ῥᾴδιον ἐκ τούτων καταμαθεῖν, εἴτε ἀκλινῆ τὸν κανόνα τῆς πίστεως διετήρησα, εἴτε τὴν τούτου παρέβην εὐθύτητα. Ἀλλὰ μὴ διαπτύσητέ μου τὴν ἱκετείαν, παρακαλῶ, μηδὲ τὴν ἀθλίαν μου παρίδητε πολιὰν μετὰ πολλοὺς ὑβρισμένην καμάτους. Πρὸ δὲ πάντων, μαθεῖν ἀντιβολῶ παρ' ὑμῶν, εἴτε χρή με στέρξαι τὴν ἄδικον ταύτην καθαίρεσιν, εἴτε μή· τὴν γὰρ ὑμε τέραν προσμένω ψῆφον. Κἂν κελεύσητε τοῖς καταψηφισαμέ νοις ἐμμεῖναι, ἐμμενῶ καὶ οὐδενὶ ἀνθρώπων ἐνοχλήσω λοιπόν, ἀλλὰ μενῶ τὸ ἀκλινὲς τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν κριτήριον. Ἐμοὶ