1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

51

105 ΕΥΛΟΓΙΩ ΟΙΚΟΝΟΜΩ. Τοὺς μὲν ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας τῆς σῆς φιλοθεΐας παρὰ πολλῶν μεμαθήκαμεν. ∆ίκαιον δὲ καὶ τῷ διὰ ταύτην συκοφαντουμένῳ προθύμως συνηγορεῖν καὶ διελέγχειν τῶν λοιδορουμένων τὸ ψεῦδος. Ἀκριβῶς γὰρ οἶσθα, θεοφιλέστατε, καὶ τίνα φρονοῦμεν, καὶ τίνα διδάσκομεν, καὶ ὅτι δύο κηρυτ τόντων υἱοὺς οὐδεὶς ἡμῶν ἀκήκοε πώποτε. Χρησάσθω τοίνυν ἡ σὴ θεοσέβεια κἀνταῦθα τῷ ζήλῳ καὶ ἐμφραξάτω στόματα λαλούντων ἄδικα. Ἐν γὰρ τοῖς τοιούτοις ἀγῶσιν οὐ μόνον προσήκει τῶν φίλων, ἀλλὰ καὶ τῶν λελυπηκότων ὑπερμαχεῖν. 106 ΑΒΡΑΑΜΩ ΟΙΚΟΝΟΜΩ. Καὶ διὰ τῶν θεοφιλεστάτων ἐπισκόπων προσφθέγγομαί σου τὴν θεοσέβειαν, καὶ παρακαλῶ τῆς τῶν Ἐκκλησιῶν φροντίσαι γαλήνης καὶ τῆς συκοφαντίας διαλῦσαι τὰ κύματα· Ὃ γὰρ ἂν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει , κατὰ τὸν θεῖον Ἀπόστολον. Ὁ τοίνυν τῶν ἀποστολικῶν ὑπερμαχῶν δογμάτων, δῆλον ὅτι τὴν ἀποστολικὴν εὐλογίαν τρυγήσει καὶ τῆς ἐκείνων ἀπολαύσεται κοινωνίας. 107 ΘΕΟ∆ΟΤΩ ΠΡΕΣΒΥΤΕΡΩ. Οὐκ ἔλαθον οἱ τῆς σῆς φιλοθεΐας ἀγῶνες, οὓς ὑπὲρ τῶν ἀποστολικῶν ἀνεδέξω δογμάτων· ἀλλ' ᾄδουσι τούτους οὐ μόνον οἱ πείρᾳ μεμαθηκότες, ἀλλὰ καὶ οἱ παρὰ τούτων ἀκηκοότες. Ἔχου τοίνυν, ὦ φίλη κεφαλή, τῶν ἀγώνων καὶ τῶν πατρῴων ὑπεράθλησον δογμάτων. Ὑπὲρ ὧν καὶ ἡμεῖς πολλαχόθεν βαλ λόμεθα, καὶ τὰς τρικυμίας δεχόμενοι τὸν Κυβερνήτην ἀντιβο λοῦμεν ἢ νεῦσαι καὶ τὸν κλύδωνα λῦσαι, ἢ τοῖς κλυδωνιζομέ νοις ἀνδρίαν χαρίσασθαι. 108 ΑΚΑΚΙΩ ΠΡΕΣΒΥΤΕΡΩ. Ἀληθὴς γὰρ ἡ τῆς ∆αυϊτικῆς μελῳδίας ὑπόσχεσις· τὸ γὰρ Πνεῦμα τῆς ἀληθείας δι' ἐκείνου ταύτην προσενήνοχε τοῖς πιστεύουσιν· Ἀποκάλυψον πρὸς Κύριον τὴν ὁδόν σου, καὶ ἔλπισον ἐπ' αὐτόν, καὶ αὐτὸς ποιήσει, καὶ ἐξ οίσει ὡς φῶς τὴν δικαιοσύνην σου, καὶ τὸ κρῖμά σου ὡς μεσημβρίαν . Τοῦτο καὶ ἐπὶ τῆς σῆς θεοσεβείας γεγενημένον εὑρίσκομεν. Ὁπόσην γὰρ τῶν ὀρφανίαν ὀδυρομέ νων ποιεῖται κηδεμονίαν ἡ σὴ θεοσέβεια καὶ ὅπως ὑπὲρ τῶν ἀποστολικῶν ἀγωνίζῃ δογμάτων, ᾄδουσι πάντες, δήλων κατὰ τὴν προφητείαν τῶν κεκρυμμένων γεγενημένων. Τούτου δὴ χάριν κἀγὼ τοὺς ἀξιεπαίνους πόνους τῆς σῆς φιλοθεΐας μεμα θηκὼς γράφω καὶ προσφθεγγόμενός σε, θεοφιλέστατε, καὶ παρακαλῶν αὐξῆσαι τὸ κλέος τῇ προσθήκῃ τῶν πόνων καὶ τῆς εὐαγγελικῆς ὑπερμαχῆσαι διδασκαλίας, ἵνα καὶ τὸν πατ ρῷον κλῆρον φυλάξωμεν ἄσυλον, καὶ τὸ τάλαντον τῷ ∆εσπότῃ μετὰ τῆς καλῆς προσενέγκωμεν ἐργασίας. 109 ΕΥΣΕΒΙΩ ΕΠΙΣΚΟΠΩ ΑΓΚΥΡΑΣ. Πολλὰ μὲν τὰ καθ' ἡμῶν τυρευόμενα καὶ δι' ἡμῶν κατὰ τῆς ἀποστολικῆς καττυόμενα πίστεως. Ψυχαγωγεῖ δὲ ἡμᾶς τὰ τῶν ἁγίων παθήματα προφητῶν, ἀποστόλων, μαρτύρων καὶ τῶν ἐν ταῖς Ἐκκλησίαις διαπρεψάντων ἐν τῷ λόγῳ τῆς χάριτος· πρὸς δὲ τούτοις καὶ αἱ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐπαγγε λίαι. Οὐδὲν γὰρ ἡμῖν ἐν τῷ παρόντι βίῳ τερπνὸν οὐδὲ θυμῆρες ὑπέσχετο, ἀλλὰ θλίψεις καὶ πόνους καὶ κινδύνους καὶ πολε μίων ἐπαναστάσεις. Ἐν τῷ κόσμῳ γάρ, φησί, θλίψιν ἔχετε . Καί· Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσι . Καί· Εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐκάλεσαν, πόσῳ