1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

85

ἀὴρ ὅλος δι' ὅλου τὸ φῶς εἰσδεχόμενος οὐκ ἀπόλλυσι τὸ εἶναι ἀήρ, οὔτε μὴν τοῦ φωτὸς διαφθείρει τὴν φύσιν, ἀλλὰ τοῖς μὲν ὀφθαλμοῖς ὁρῶμεν τὸ φῶς, τῇ δὲ ἁφῇ τὸν ἀέρα γινώσκομεν-ἢ γὰρ ψυχρὸς ἡμῖν, ἢ θερμός, ἢ ὑγρός, ἢ ξηρὸς προσπελάζει-ἀνοίας ἐσχάτης σύγχυσιν ἀποκαλεῖν τὴν τῆς θεότητος καὶ τῆς ἀνθρω πότητος ἕνωσιν. Εἰ γὰρ αἱ ὁμόδουλοι καὶ ὁμόχρονοι καὶ κτισταὶ φύσεις ἑνούμεναι, καὶ οἱονεὶ κεραννύμεναι ἀκέραιοι διαμέ νουσι, καὶ τοῦ φωτὸς ὑποχωροῦντος μένει καθ' αὑτὴν τοῦ ἀέρος ἡ φύσις, πολλῷ δήπουθεν δικαιότερον, τὴν τὰ πάντα τεκτηνα μένην φύσιν τῇ ἐξ ἡμῶν ληφθείσῃ συναφθεῖσάν τε καὶ ἑνω θεῖσαν φύσει, καὶ αὐτὴν ἀκραιφνῆ μεμενηκέναι ὁμολογεῖν, καὶ ἣν ἔλαβεν ὡσαύτως ἀκεραίαν διαφυλάξαι. Καὶ γὰρ καὶ ὁ χρυ σὸς τῷ πυρὶ προσομιλῶν μεταλαμβάνει μὲν τῆς τοῦ πυρὸς καὶ χρόας καὶ ἐνεργείας, τὴν δὲ οἰκείαν οὐκ ἀπόλλυσι φύσιν, ἀλλὰ καὶ μένει χρυσός, καὶ ἐνεργεῖ τὰ πυρός. Οὕτω καὶ τὸ ∆εσποτικὸν σῶμα, σῶμα μὲν ἔστιν, ἀλλ' ἀπαθές, ἄφθαρτον, καὶ ἀθάνατον, καὶ ∆εσποτικόν, καὶ θεῖον, καὶ τῇ θείᾳ δόξῃ δεδοξασμένον. Οὐ γὰρ κεχώρισται τῆς θεότητος, οὐδὲ ἄλλου τινός ἐστιν, ἀλλ' αὐτοῦ τοῦ Μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ. Οὐδὲ γὰρ ἕτερον ἡμῖν ἐπιδείκνυσι πρόσωπον, ἀλλ' αὐτὸν τὸν Μονο γενῆ τὴν ἡμετέραν περικείμενον φύσιν. Ταύτην ἡμεῖς τὴν διδασκαλίαν διατελοῦμεν κηρύττοντες. Οἱ δὲ τὴν ὑπὲρ ἡμῶν γεγενημένην οἰκονομίαν ἀρνούμενοι αἱρετικοὺς ἡμᾶς προσηγόρευσαν, προσόμοιόν τι ταῖς γυναιξὶ ταῖς ἀκολάστοις ποιοῦντες. Καὶ γὰρ ἐκεῖναι δημοσίᾳ πωλοῦσαι τὴν ὥραν, τοῖς ἑταιρικοῖς ὀνείδεσι τὰς σώφρονας περιβάλ λουσι, καὶ τὰ τῆς οἰκείας ἀσελγείας ὀνόματα ταῖς τὴν ἀσέλ γειαν βδελυττομέναις περιτιθέασι. Τοῦτο καὶ ἡ Αἰγυπτία πεποίηκε. Τὴν γὰρ τῆς αἰσχρᾶς ἐπιθυμίας δουλείαν ἀσπα σαμένη, καὶ τὴν ἀνδραποδώδη κολακείαν προσενεγκοῦσα τῷ σώφρονι, εἶτα μὴ δελεάσασα, μηδὲ ταῖς τῆς ἡδυπαθείας περι πείρασα πάγαις, ἀλλοτρίας εὐνῆς ἀπεκάλει λῃστὴν τῆς σωφρο σύνης τὸν ἐραστήν. Ἀλλ' οὗτοι μὲν δώσουσι τῷ Θεῷ τὰς εὐθύνας, καὶ τῶν κατὰ τῆς πίστεως μηχανημάτων, καὶ τῶν καθ' ἡμῶν σκευωρημάτων. Ἐγὼ δὲ τοὺς ὑπηγμένους ταῖς γεγενημέναις ψευδολογίαις παρακαλῶ, θατέραν ταῖν ἀκοαῖν τῷ κατηγορουμένῳ φυλάττειν, καὶ μὴ τὰς δύο τοῖς κατηγο ροῦσιν ὑπέχειν. Οὕτω γὰρ τὸν θεῖον πληρώσουσι νόμον, ὃς διαρρήδην βοᾷ· Ἀκοὴν ματαίαν οὐ παραδέξῃ, καὶ· Κρί σιν δικαίαν κρίνετε ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον τοῦ πλησίον αὐτοῦ . ∆ιὰ γὰρ δὴ τούτων ὁ θεῖος νόμος παρεγγυᾷ μὴ πιστεύειν ταῖς κατὰ τῶν ἀπόντων διαβολαῖς ἀλλὰ παροῦσι τοῖς κατηγορουμένοις δικάζειν. 147 ΙΩΑΝΝΗ ΟΙΚΟΝΟΜΩ. Ἐμοὶ μὲν ἡσυχία θυμήρης καὶ βίος φροντίδων ἐλεύθερος. ∆ιά τοι τοῦτο καὶ τοῦ μοναστηρίου τὴν αὔλειον ἀνῳκοδόμησα θύραν, καὶ τῶν γνωρίμων τὰς συντυχίας ἐκκλίνω. Ἐπειδὴ δὲ καινοτομίαν κατὰ τῆς εὐαγγελικῆς πίστεως κινεῖσθαι μεμά θηκα, οὐκ ἀκίνδυνον ὑπολαμβάνω τὴν σιωπήν. Εἰ γὰρ ἀνθρώπου βασιλεύειν λαχόντος παρά τινων ὑβρισθέντος, οὐ κατὰ τῶν ὑβρικότων μόνον, ἀλλὰ καὶ κατὰ τῶν παρατετυχηκότων μέν, ἥκιστα δὲ τοὺς πεπαρῳνηκότας ἀμυναμένων κίνδυνος ἐπῃώ ρηται, ποίαν οὐκ ἂν δικαίως κόλασιν ὑποσταῖεν οἱ τὰς κατὰ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν τολμωμένας βλασφημίας παρο ρᾶν ἀνεχόμενοι; Τοῦτό με τὸ δέος ἐπὶ τοῦ παρόντος ἠνάγ κασε γράψαι νῦν καὶ δηλῶσαι ἃ παρά τινων καινοτομεῖσθαι μεμάθηκα. Πολλοὶ γάρ, ὥς τινές φασιν, ἐν τῇ πόλει θρυλοῦσιν ὡς πρεσβυτέρων τινῶν προσευξαμένων, καὶ τὸ σύνηθες τέλος ἐπιτεθεικότων τῇ προσευχῇ, καὶ τῶν μὲν εἰρηκότων ὅτι σοὶ πρέπει δόξα, καὶ τῷ Χριστῷ σου, καὶ τῷ ἁγίῳ σου Πνεύματι · τῶν δέ· χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Χρισ τοῦ σου, μεθ' οὗ σοὶ πρέπει δόξα σὺν τῷ ἁγίῳ σου Πνεύματι , ἐπέσκηψεν ὁ σοφώτατος ἀρχιδιάκονος μὴ χρῆ ναι λέγειν τὸν Χριστόν, ἀλλὰ τὸν Μονογενῆ δοξάζειν. Εἰ δὲ τοῦτο ἀληθές, οὐδεμίαν ἀσεβείας