1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

44

Ὑπερβαίνειν με τοὺς ὅρους οἱ συκοφάνται βιάζονται καὶ γράφειν ὑμῖν, τοῖς τὰς μεγίστας κεκοσμηκόσιν ἀρχὰς καὶ τὰς ὑπερτάτας εἰληχόσι τιμὰς ἀναγκάζουσιν. Οὗ δὴ χάριν παρα καλῶ συγγνώμης μεταλαχεῖν. Γράφω γὰρ οὐκ αὐθαδείᾳ χρώ μενος, ἀλλ' ὑπὸ τῆς χρείας ὠθούμενος· οὐδὲ τὸ σκυθρωποῖς τισιν ἀδίκως περιπεσεῖν ὑφορώμενος- τοῦτο γὰρ ὡς ἐπίπαν πεπόνθασιν ἅπαντες οἱ τῷ Θεῷ γνησίως δεδουλευκότες-, ἀλλὰ τὴν ὑμετέραν μεγαλοφυΐαν πεῖσαι βουλόμενος, ὡς ψευδεῖς καθ' ἡμῶν ὠδίνουσι λόγους οἱ τῶν ἡμετέρων κατηγοροῦντες δογμάτων. Ἡμεῖς μὲν γάρ, μετὰ τὴν μητρῴαν θηλήν, τὴν ἀποστολικὴν τροφὴν ἐδεξάμεθα, καὶ τὴν ἐκτεθεῖσαν ἐν Νι καίᾳ πίστιν ὑπὸ τῶν ἁγίων καὶ μακαρίων Πατέρων καὶ μεμα θήκαμεν καὶ διδάσκομεν· καὶ τοὺς ἄλλο τι παρὰ ταύτην φρονοῦντας δυσσεβείας γραφόμεθα. Εἰ δέ τις ἕτερα διδάσκειν ἡμᾶς παρὰ ταύτην ἰσχυρίζεται, μὴ ἐρήμην κατηγορείτω, ἀλλὰ παρόντας ἐξελεγξάτω. Τοῦτο γὰρ καὶ τοῖς θείοις νόμοις καὶ τοῖς ἀνθρωπείοις δοκεῖ. Τίνι δὲ οὕτω προσήκει τῶν ἀδικουμέ νων ὑπερμαχεῖν, ὡς ὑμῖν, ὦ φιλόχριστοι, οἷς καὶ τοῦ γένους ἡ περιφάνεια, καὶ τῶν ἀξιωμάτων τὸ ὕψος, καὶ μέντοι καὶ τὸ τῶν νομίμων πρωτεύειν, παρέχει τὴν παρρησίαν; 89 ΦΛΩΡΕΝΤΙΩ ΠΑΤΡΙΚΙΩ. Μείζονι μὲν ἢ κατ' ἐμαυτὸν ἐγχειρῶ πράγματι, τῷ ὑμε τέρῳ μεγέθει πέμπων ἐπιστολάς. Ἀλλ' οὐ θρασύτης αἰτία τῆς τόλμης, ἀλλ' οἱ ταῖς καθ' ἡμῶν λοιδορίαις χρησάμενοι. Προὔργου γὰρ ὑπελάβομεν, διδάξαι τὰς ἀκλινεῖς ὑμῶν ἀκοάς, ὡς ἄντικρυς ἡμᾶς συκοφαντοῦσιν οἱ τῶν ἡμετέρων κατηγο ροῦντες δογμάτων. Ἡμεῖς δὲ ἕτερα μὲν πλεῖστα πεπλημμε ληκέναι φαμέν· τὴν δέ γε δογματικὴν τῶν ἀποστόλων διδασκα λίαν μέχρι τοῦ παρόντος ἀλώβητον ἐφυλάξαμεν, καὶ διὰ ταύτην μόνην οἴκτου τυχεῖν καὶ φιλανθρωπίας ἐν τῇ τῆς ∆εσποτικῆς ἐπιφανείας ἐλπίζομεν ἡμέρᾳ. Ὑπὲρ γὰρ ταύτης πρὸς τὰς παντοδαπὰς αἱρέσεις διατελοῦμεν ἀγωνιζόμενοι· ταύτην διη νεκῶς τοῖς τροφίμοις τῆς εὐσεβείας προσφέρομεν· διὰ ταύτης λύκους μυρίους εἰς πρόβατα μεταβαλόντες, τῷ πάντων ἡμῶν Ἀρχιποιμένι καὶ Σωτῆρι προσενηνόχαμεν. Ταῦτα δὲ ἡμῖν παρέδοσαν οὐ μόνον οἱ ἀπόστολοι καὶ προφῆται, ἀλλὰ καὶ οἱ τὰ τούτων ἡρμηνευκότες συγγράμματα, Ἰγνάτιος, Εὐστάθιος, Ἀθανάσιος, Βασίλειος, Γρηγόριος, Ἰωάννης, καὶ οἱ ἄλλοι τῆς οἰκουμένης φωστῆρες· καὶ πρὸ τούτων οἱ ἐν Νικαίᾳ συνελη λυθότες ἅγιοι Πατέρες· ὧν τὴν ὁμολογίαν τῆς πίστεως ὡς πατρῷον κλῆρον φυλάττομεν ἄσυλον, καὶ τοὺς ταῦτα παρα βαίνειν τολμῶντας τὰ δόγματα κιβδήλους ἀποκαλοῦμεν, καὶ τῆς ἀληθείας ἐχθρούς. Παρακαλῶ τοίνυν τὴν ὑμετέραν μεγα λοφυΐαν, ταῦτα παρ' ἡμῶν διδαχθεῖσαν, ἐπιστομίσαι τοὺς λοιδορίαις καθ' ἡμῶν χρησαμένους. Ἄτοπον γὰρ οἶμαι τοῖς κατὰ τῶν ἀπόντων λεγομένοις ὡς ἀληθέσι πιστεύειν· ἔννομον δὲ καὶ δίκαιον τοὺς βουλομένους διώκειν παρόντων κατηγορεῖν τῶν φευγόντων, καὶ τοὺς ἐλέγχους παράγειν. Οὕτω γὰρ οἱ δικάζοντες εὑρεῖν τἀληθὲς ῥᾳδίως δυνήσονται. 90 ΛΟΥΠΙΚΙΝΩ ΜΑΓΙΣΤΡΩ. Τοὺς τῆς νεότητος διεξελθόντες ἀγῶνας καὶ τῶν τοῦ γήρως ὅρων εἴσω γενόμενοι καὶ πλείονος τιμῆς ὡς γεγηρα κότες ἀπολαύσεσθαι προσδοκήσαντες, τοῖς τῆς συκοφαντίας βαλλόμεθα βέλεσι, καὶ πρὸς τὰς γεγενημένας κατηγορίας ἀπολογίαν προσφέρειν ἀναγκαζόμεθα· οὗ δὴ χάριν καὶ τὴν ὑμετέραν παρακαλοῦμεν μεγαλοπρέπειαν ταῖς τῶν κατηγο ρούντων ἡμᾶς μὴ πιστεῦσαι ψευδολογίαις. Εἰ μὲν γὰρ τῶν σιωπὴν ἀσπαζομένων ἐτύγχανον, ἴσως ἂν εἶχε χώραν τῆς κακοδοξίας ἡ ὑποψία. Ἐπειδὴ δὲ διηνεκῶς ἐν ταῖς Ἐκκλησίαις διαλεγόμεθα, πολλὰς διὰ τὴν θείαν χάριν