1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

58

δέ, ὡς ὁ ∆εσπότης μαρτυρεῖ Θεός, οὐ τιμῆς μέλει καὶ δόξης, ἀλλὰ μόνον τοῦ γεγενημένου σκανδάλου· ὅτι πολλοὶ τῶν ἁπλουστέρων, καὶ μάλιστα οἱ ἐκ διαφόρων αἱρέσεων παρ' ἡμῶν ζωγρηθέντες, τῷ θρόνῳ τῶν κατακρινάντων προσέχοντες, αἱρετικοὺς ἴσως ἡμᾶς ὑπολήψονται, τὴν τοῦ δόγματος ἀκρί βειαν κατιδεῖν οὐ δυνάμενοι. Ὅτι δὲ τοσοῦτον χρόνον ἐπισ κοπεύσας, οὐκ οἰκίαν ἐκτησάμην, οὐκ ἀγρόν, οὐκ ὀβολόν, οὐ τάφον, ἀλλὰ τὴν αὐθαίρετον ἠσπασάμην πενίαν, καὶ τὰ παρὰ τῶν πατέρων εἰς ἡμᾶς ἐλθόντα μετὰ τὴν ἐκείνων τελευτὴν εὐθὺς διανείμας, ἴσασιν ἅπαντες οἱ τὴν Ἑῴαν οἰκοῦντες. Πρὸ δὲ πάντων, ἱκετεύω τὴν ἱερὰν ὑμῶν καὶ τῷ Θεῷ φίλην κεφαλὴν παρασχεῖν μοι τῶν προσευχῶν τὴν βοήθειαν. Ταῦτα διὰ τῶν εὐλαβεστάτων καὶ θεοφιλεστάτων πρεσβυτέρων Ὑπα τίου καὶ Ἀβραμίου τῶν χωρεπισκόπων, καὶ Ἀλυπίου τοῦ ἐξάρχου τῶν παρ' ἡμῖν μοναζόντων τὴν ὑμετέραν ἁγιωσύνην ἐδίδαξα, ἐπειδήπερ ἐμὲ δραμεῖν πρὸς ὑμᾶς τὰ τῶν βασιλικῶν γραμμάτων ἐπέσχε δεσμά, ὡσπεροῦν καὶ τοὺς ἄλλους. Καὶ παρακαλῶ τὴν ὑμετέραν ὁσιότητα, καὶ ἰδεῖν αὐτοὺς πατρικῶς, καὶ τὰς ἀκλινεῖς ὑμῶν ἀκοὰς εὐμενεῖς αὐτοῖς παρασχεῖν, καὶ τὸ συκοφαντούμενον καὶ μάτην πολεμούμενόν μου γῆρας τῆς ὑμετέρας ἀξιῶσαι κηδεμονίας, καὶ πρὸ πάντων τῆς ἐπιβου λευομένης πίστεως παντὶ σθένει φροντίσαι, καὶ φυλάξαι ταῖς Ἐκκλησίαις τὸν πατρῷον κλῆρον ἀκήρατον· ἵνα καὶ τὰς ἀντὶ τούτων ἀντιδόσεις δέξηται ὑμῶν ἡ ἁγιότης παρὰ τοῦ μεγαλο δώρου ∆εσπότου. 114 ΑΝ∆ΙΒΕΡΙ. Ὁ εὐλαβέστατος πρεσβύτερος Πέτρος κοσμεῖται μὲν τῇ τῆς ἱερωσύνης ἀξίᾳ, κοσμεῖται δὲ καὶ τῇ τῶν σωμάτων λογικῇ θεραπείᾳ. Συχνὸν δὲ παρ' ἡμῖν οἰχήσας χρόνον, εἷλεν ἅπαν τας τῇ τῶν ἠθῶν εὐαρμοστίᾳ. Οὗτος νῦν τὴν Κύρρον καταλι πεῖν ἐδοκίμασε, τὴν ἐμὴν ἐκδημίαν μεμαθηκώς. Οὗ δὴ χάριν αὐτὸν τῇ ὑμετέρᾳ μεγαλοπρεπείᾳ συνίστημι καὶ παρακαλῶ τῆς ὑμετέρας αὐτὸν προμηθείας τυχεῖν, χρήσιμον αὐτὸν τῇ πόλει γενέσθαι δυνάμενον. Τὴν γὰρ Ἀλεξάνδρειαν οἰκήσας τὴν τοιαύτην ἤσκησε τέχνην. 115 ΑΠΕΛΛΗ. Τὴν Κύρρον ἰθύνειν λαχὼν τὰς ἀναγκαίας αὐτῇ πάντοθεν ἐπόρισα τέχνας· πρὸς δὲ τούτοις καὶ τοὺς τῆς ἰατρικῆς ἐπι στήμονας οἰκῆσαι ταύτην προέτρεψα. Εἷς τούτων ἐστὶν ὁ εὐλαβέστατος πρεσβύτερος Πέτρος, λογικῶς μὲν μεταχειρί ζων τὴν τέχνην, κοσμῶν δὲ ταύτην τοῖς ἤθεσιν. Ἀλλὰ νῦν ἐκδημούντων ἡμῶν πολλοὶ μὲν καὶ ἄλλοι ταύτην ἀπέλιπον, ἐκδημῆσαι δὲ καὶ αὐτὸς ἐδοκίμασε. ∆ιά τοι τοῦτο τὴν σὴν παρακαλῶ μεγαλοπρέπειαν κηδεμονίας αὐτὸν ἀξιῶσαι. Ἱκανὸς γάρ ἐστιν ἐπικουρῆσαι τοῖς κάμνουσι καὶ πολεμῆσαι ταῖς νόσοις. 116 ΡΕΝΑΤΩ ΠΡΕΣΒΥΤΕΡΩ. Ἔγνωμεν τὸν θερμὸν καὶ δίκαιον τῆς σῆς ὁσιότητος ζῆλον, καὶ τὴν δικαιοτάτην καὶ ἔννομον παρρησίαν, ᾗ χρησάμενος, δέσποτα, τὰ ἐν Ἐφέσῳ τολμηθέντα ἤλεγξας. Οὐχ ἡμεῖς δὲ μόνοι μεμαθήκαμεν ταῦτα, ἀλλ' εἰς πᾶσαν τὴν γῆν τῆς σῆς ὀρθότητος ἐξῆλθεν ὁ φθόγγος, καὶ πάντες ᾄδουσι τὴν δικαιο σύνην, τὸν ζῆλον, τὴν παρρησίαν, τὰς κατὰ τῆς παρανομίας παρ' ὑμῶν γεγενημένας ἀπειλάς. Καὶ ταῦτα ἔδρασέ σου ἡ ὁσιότης, τὴν μίαν θεασαμένη σφαγήν. Εἰ δὲ καὶ τὰς ἄλλας ἑωράκεις τὰς μετὰ τὴν σὴν ἐκδημίαν γεγενημένας, τάχα ἂν τὸν Φινεὲς ἐκεῖνον ἐζήλωσας. Εἷς δὲ τῶν μετὰ ταῦτα κατα