1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

28

διάφορον ἡ θερά παινα, οὐδὲ τῆς προτέρας ἐπελάθετο δεσποτείας· ἀλλὰ τὴν εὔνοιαν τῇ συμφορᾷ διεφύλαξε, καὶ μετὰ τὴν τῶν κοινῶν δεσποτῶν θεραπείαν ἐθεράπευε τὴν νομιζομένην ὁμόδουλον, ἀπονίπτουσα πόδας, ἐπιμελομένη στρωμνῆς, καὶ τῆς ἄλλης ὡσαύτως ἐπιμελείας φροντίζουσα. Τοῦτο τοῖς πριαμένοις ἐγένετο γνώριμον. Ἐντεῦθεν ἐθρυλήθη κατὰ τὴν πόλιν ἥ τε ταύτης ἐλευθερία καὶ τῆς θεραπαίνης ἡ εὐτροπία. Ταῦτα μεμαθηκότες οἱ παρ' ἡμῖν ἱδρυμένοι πιστότατοι στρατιῶται -ἐγὼ γὰρ τηνικαῦτα ἀπῆν-, καὶ τοῖς πριαμένοις ἀπέδοσαν τὴν τιμὴν καὶ ταύτην τῆς δουλείας ἐξήρπασαν. Ἐγὼ δὲ μετὰ τὴν ἐπάνοδον, διδαχθεὶς καὶ τὸ δρᾶμα τῆς συμφορᾶς, καὶ τῶν στρατιωτῶν τὴν ἀξιέπαινον ὄρεξιν, τὰ ἀγαθὰ μὲν ἐπηυξάμην ἐκείνοις, τὴν εὐγενεστάτην δὲ κόρην τῶν εὐλαβεστάτων τινὶ διακόνων παρέδωκα, σιτηρέσιον ἀρκοῦν χορηγεῖσθαι παρεγ γυήσας. ∆έκα δὲ διεληλυθότων μηνῶν, μαθοῦσα τὸν πατέρα ζῆν ἔτι καὶ ἄρχειν ἐν τῇ ∆ύσει, ἐπεθύμησεν εἰκότως πρὸς ἐκεῖνον ἐπανελθεῖν· καί τινων εἰρηκότων, ὡς ἀπὸ τῆς Ἑσπέ ρας ἔμποροι πλεῖστοι καταίρουσιν εἰς τὴν νῦν παρ' ὑμῖν ἐπι τελουμένην πανήγυριν, ᾔτησε μετὰ γραμμάτων ἐμῶν τὴν ἀποδημίαν ποιήσασθαι. Τούτου χάριν ταύτην γέγραφα τὴν ἐπιστολήν, παρακαλῶν σου τὴν θεοσέβειαν, ὡς εὐγενοῦς φρον τίσαι βλαστήματος, καὶ κελεῦσαί τινι τῶν εὐλαβείᾳ κοσμου μένων, καὶ ναυκλήροις καὶ κυβερνήταις καὶ ἐμπόροις διαλε χθῆναι, καὶ πιστοῖς αὐτὴν ἀνδράσι παραδοῦναι, ἀποκαταστῆσαι τῷ πατρὶ δυναμένοις. Πάντως γὰρ ὅτι πάμπολλα κερδανοῦσι παρὰ πᾶσαν ἀνθρωπίνην ἐλπίδα τῷ πατρὶ τὴν παῖδα προσ άγοντες. 71 ΖΗΝΩΝΙ ΣΤΡΑΤΗΓΩ ΚΑΙ ΥΠΑΤΩ. Τὴν ὑμετέραν ἀνδρείαν θαυμάζουσιν ἅπαντες, ὡς ἡμερότητι καὶ πραότητι κεκραμένην, καὶ τοῖς μὲν οἰκείοις ἠπίως, τοῖς δὲ πολεμίοις ἀνδρείως προσφερομένην. Τὸν ἀξιέπαινον δὲ ταῦτα δείκνυσι στρατηγόν. Στρατιώτην μὲν γὰρ ἡ ἀνδρεία κοσμεῖ, τὸν δὲ στρατηγὸν πρὸ τῆς ἀνδρείας ἡ φρόνησις· καὶ μετὰ τούτων σωφροσύνη καὶ δικαιοσύνη, δι' ὧν ὁ τῆς ἀρετῆς συναθροίζεται πλοῦτος. Συλλέγει δὲ τοῦτον ἡ τῶν ἀγαθῶν ὀρεγομένη ψυχή· καὶ ἥδιστον ἡγεῖται τὸν πόνον, εἰς τὸ γλυκὺ τῶν καρπῶν ἀποβλέπουσα. Τοῖς γὰρ τῆς ἀρετῆς ἀθληταῖς ἆθλα προτέθεικεν οἷά τις ἀγωνοθέτης φιλότιμος ὁ τῶν ὅλων Θεός, τὰ μὲν ἐν τῷδε τῷ βίῳ, τὰ δὲ ἐν ἐκείνῳ τῷ πέρας οὐκ ἔχοντι. Τῶν τῇδε μὲν οὖν τὸ ὑμέτερον ἀπέλαυσε μέγεθος, καὶ τὸ ἀκρότατον ἐδέξατο γέρας· εἴη δὲ καὶ τῶν μονίμων ἐκείνων καὶ διαρκῶν τὴν ὑμετέραν μεγαλοφυΐαν τυχεῖν ἀγαθῶν, καὶ μετὰ τῆς ὑπατικῆς ἀμπεχόνης προσλαβεῖν τὴν ἄρρητον καὶ θείαν περιβολήν. Κοινὴ γὰρ πάντων εὐχὴ τῶν ἐκείνης τῆς δωρεᾶς ἐπισταμένων τὸ μέγεθος. 72 ΕΡΜΕΣΙΓΕΝΕΙ ΠΑΡΕ∆ΡΩ. Ἡνίκα τῶν ἀνθρώπων ὁ τῆς ἀγνοίας κατεκέχυτο ζόφος, οὐ τὰς αὐτὰς ἅπαντες ἑορτὰς ἐπετέλουν, ἀλλὰ διῃρημένας εἶχον κατὰ πόλεις τὰς πανηγύρεις. Ἐν Ἤλιδι μὲν γὰρ Ὀλύμπιαἦν, ἐν ∆ελφοῖς δὲ τὰ Πύθια, ἐν δέ γε τῇ Σπάρτῃ τὰ Ὑακίν θια, Ἀθήνῃσι δὲ τά τε Παναθήναια καὶ τὰ Θεσμοφόρια καὶ τὰ ∆ιονύσια. Ἐπίσημα δὲ ἦν· καὶ ἄλλοι δὲ ἄλλων ἐπετέλουν δημοθοινίαν δαιμόνων. Ἐπειδὴ δὲ τὸ νοερὸν φῶς τὴν ἀχλὺν ἐκείνην ἐσκέδασε, πανταχοῦ γῆς καὶ θαλάττης ἠπειρῶται καὶ νησιῶται κοινῇ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐπιτελοῦσι τὰς ἑορτάς· καὶ ἔνθα ἄν τις ἀποδημῆσαι θελήσῃ, κἂν πρὸς ἥλιον ἀνίσχοντα, κἂν πρὸς δυόμενον, πανταχοῦ τὴν αὐτὴν εὑρήσει κατὰ τὸν αὐτὸν χρόνον ἐπιτελουμένην πανήγυριν. Οὐδὲ γὰρ κατὰ τὸν Μωϋσέως νόμον, τὸν τῇ Ἰουδαίων ἀσθενείᾳ συμβαί νοντα, εἰς μίαν ἀνάγκη συνιέναι πόλιν, καὶ τῶν εὐεργεσιῶν