1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

38

τῆς διαιρέσεως ἀμετρίαν εἰργάζετο. Καὶ ἵνα με μή τις ὑπολάβοι δεδιότα νῦν ταῦτα λέγειν, ἔξ εστι τῷ βουλομένῳ τοῖς παλαιοῖς μου συγγράμμασιν ἐντυχεῖν, τοῖς πρὸ τῆς συνόδου τῆς ἐν Ἐφέσῳ, καὶ τοῖς μετ' ἐκείνην τοῖς πάλιν πρὸ δυοκαίδεκα ἐτῶν. ∆ιὰ γὰρ τὴν τοῦ Θεοῦ χάριν, καὶ τοὺς προφήτας ἅπαντας ἡρμηνεύσαμεν, καὶ τὸ Ψαλτή ριον, καὶ τὸν Ἀπόστολον· καὶ πρὸς τοὺς τὰ Ἀρείου φρονοῦντας, καὶ πρὸς τοὺς τὰ Μακεδονίου νοσοῦντας, καὶ πρὸς τὴν Ἀπολιναρίου τερθρείαν, καὶ πρὸς τὴν Μαρκίωνος λύτταν συνεγράψαμεν πάλαι· καὶ ἐν ἑκάστῳ τῶν συγγραμμάτων, διὰ τὴν τοῦ Θεοῦ μου χάριν, τὸ ἐκκλησιαστικὸν φρόνημα δια λάμπει. Καὶ μυστικὴ δὲ ἡμῖν συγγέγραπται βίβλος, καὶ περὶ Προνοίας ἑτέρα, καὶ πρὸς τὰς πεύσεις τῶν Μάγων ἄλλη, καὶ τῶν ἁγίων οἱ βίοι καὶ πρὸς τούτοις ἕτερα πολλά, ἵνα μὴ καθ' ἕκαστον λέγω. Ἀπηρίθμησα δὲ ταῦτα, οὐ φιλοτιμίᾳ χρώμενος, ἀλλὰ πρόκλησιν προσφέρων, καὶ τοῖς κατηγόροις, καὶ τοῖς κρίνειν ἐθέλουσιν, ὁποῖα ἂν ἐθέλωσι βασανίσαι τῶν συγγραμ μάτων. Οὐ γὰρ εὑρήσουσιν ἡμᾶς, διὰ τὴν τοῦ Θεοῦ μου χάριν, ἄλλο τι φρονοῦντας, ἢ ἅπερ παρὰ τῆς ἁγίας Γραφῆς παρει λήφαμεν. Ταῦτα τοίνυν μαθοῦσα παρ' ἡμῶν ἡ ἁγιότης σου διδαξάτω τοὺς ἀγνοοῦντας, καὶ τὰς λοιδορούσας ἡμᾶς ἀχαλινώτους γλώττας, καὶ τοὺς ἐξηπατημένους πειθέτω, μὴ τοιαῦτα περὶ ἡμῶν δοξάζειν, οἷα παρὰ τῶν συκοφαντούντων ἔμαθον, ἀλλὰ πείθεσθαι τῷ νομοθέτῃ βοῶντι· Ἀκοὴν ματαίαν οὐ παρα δέξῃ , καὶ ἀναμένειν τὴν τῶν πραγμάτων ἐξέτασιν. Ἐγὼ δὲ εὔχομαι μὲν γαλήνης ἀπολαῦσαι τὰς Ἐκκλησίας, καὶ τὸν μακρὸν τοῦτον καὶ χαλεπὸν διαλυθῆναι χειμῶνα. Εἰ δὲ οὐκ ἐᾷ τῶν ἡμετέρων ἁμαρτημάτων τὸ πλῆθος, ἀλλ' ἐξεδόθημεν διὰ ταῦτα τῷ σινιάζοντι, εὐχόμεθα τῶν ὑπὲρ τῆς πίστεως κινδύ νων μεταλαχεῖν· ἵν' ἐπειδὴ τὴν ἀπὸ τοῦ βίου παρρησίαν οὐκ ἔχομεν, ἀπό γε τοῦ φυλάξαι τὴν πίστιν ἀκίβδηλον, οἴκτου τύχωμεν καὶ συγγνώμης ἐν τῇ τῆς ∆εσποτικῆς ἐπιφανείας ἡμέρᾳ. Ταῦτα δὲ ἡμῖν συνεύξασθαι καὶ τὴν σὴν παρακαλοῦμεν ἁγιωσύνην. 83 ∆ΙΟΣΚΟΡΩ ΕΠΙΣΚΟΠΩ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ. Μεγίστην φέρει τοῖς συκοφαντουμένοις παραψυχὴν τὰ τῆς θείας Γραφῆς διηγήματα. Ὅταν γάρ τις ὑπὸ γλώττης ἀχαλι νώτου ψευδηγορίαις βληθεὶς τὰς ὀξείας δέξηται τῆς ἀθυμίας ἀκίδας, ἀναμιμνῄσκεται τῆς κατὰ τὸν ἀξιάγαστον Ἰωσὴφ ἱστορίας καὶ ὁρῶν τῆς σωφροσύνης τὸ ἄγαλμα καὶ τῆς παντο δαπῆς ἀρετῆς τὸν διδάσκαλον συκοφαντίας γραφὴν ὑπομεί ναντα καὶ ὡς γάμον ἀλλότριον διορύξαντα καθειρχθέντα καὶ πεδηθέντα καὶ πλεῖστον ὅσον ἐν εἱρκτῇ διατρίψαντα χρόνον, τῷ τούτου τοῦ διηγήματος φαρμάκῳ θεραπεύει τὴν ἀλγηδόνα. Οὕτω πάλιν εὑρίσκων τὸν πραότατον ∆αυὶδ ὡς τύραννον ὑπὸ τοῦ Σαοὺλ ἐλαυνόμενον δὶς τὸν πολέμιον καὶ θηρεύσαντα καὶ ἀλώβητον ἀπολύσαντα ἀλεξιφάρμακον πάλιν ἐντεῦθεν τῆς ἀθυμίας λαμβάνει. Ὅταν δὲ καὶ αὐτὸν ἴδῃ τὸν δεσπότην Χρισ τόν, τῶν αἰώνων τὸν ποιητήν, τὸν τῶν ἁπάντων δημιουργόν, τὸν ἀληθινὸν θεὸν καὶ τοῦ ἀληθινοῦ Θεοῦ υἱὸν πλάνον ὑπὸ τῶν ἀλιτηρίων Ἰουδαίων ὠνομασμένον, οὐκέτι μόνον ψυχαγωγίαν, ἀλλὰ καὶ εὐθυμίαν καρποῦται μεγίστην, ἅτε δὴ τῆς δεσποτι κῆς ἀξιούμενος κοινωνίας. Ταῦτα δὲ γράψαι νῦν ἠναγκάσθην ἐντυχὼν τοῖς παρὰ τῆς σῆς ἁγιότητος γραφεῖσι τῷ θεοφιλεστάτῳ καὶ ἁγιωτάτῳ ἀρχι επισκόπῳ τῷ κυρίῳ ∆όμνῳ. Προσέκειτο γὰρ αὐτοῖς καὶ τόδε ὥς τινες τὴν μεγίστην πόλιν τὴν ὑπὸ τῆς σῆς ὁσιότητος ἰθυνο μένην κατειληφότες ἐγράψαντο ἡμᾶς, ὡς εἰς δύο υἱοὺς μερί ζοντας τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ ταῦτα ἐν Ἀντιοχείᾳ διαλεγομένους, ἔνθα πολλαὶ μυριάδες τῶν ἀκροατῶν πληροῦσι τὸν σύλλογον. Καὶ ἐκείνους μὲν ἐθρήνησα ὡς προ φανῆ συκοφαντίαν ὑφᾶναι τετολμηκότας, ἤλγησα δὲ-καί μοι σύγγνωθι, δέσποτα, ὑπ' ὀδύνης λέγειν βιαζομένῳ-ὅτι