1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

68

καὶ ἄλλοι προσηγορεύθησαν, καὶ ἱερεῖς, καὶ βασιλεῖς, καὶ προφῆται, ἵνα μή τις αὐτὸν ὑπολάβοι ἐκείνοις προσόμοιον, συνέζευξαν οἱ ἄγγελοι τὸ Κύριος ὄνομα τῷ Χριστῷ, τὸ ∆εσ ποτικὸν ἀξίωμα τοῦ τικτομένου δεικνύντες. Καὶ τῇ πανευ φήμῳ δὲ Παρθένῳ πάλιν ὁ Γαβριήλ· Ἰδοὺ σὺ ἐν γαστρὶ ἕξεις, καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, ὅτι αὐτὸς σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ . Πρὸ δέ γε τῆς ἐνανθρωπήσεως, οὔτε Χριστός, οὔτε Ἰησοῦς ὠνομάζετο. Καὶ γὰρ οἱ θεῖοι προφῆται τὰ ἐσόμενα προθεσπίζοντες ἐχρήσαντο ταῖς φωναῖς, ὥσπερ καὶ τὰ περὶ τῆς γεννήσεως, καὶ τοῦ σταυροῦ, καὶ τοῦ πάθους προηγόρευσαν, μηδέπω τῶν πραγμάτων γεγενημένων. Καλεῖ ται δὲ ὅμως καὶ μετὰ τὴν ἐνανθρώπησιν καὶ Θεὸς Λόγος, καὶ Κύριος, καὶ Παντοκράτωρ, καὶ μονογενὴς Υἱός, καὶ Ποιητής, καὶ ∆ημιουργός. Οὐ γὰρ τραπεὶς γέγονεν ἄνθρωπος, ἀλλὰ μένων ὅπερ ἦν ἔλαβεν ὅπερ ἐσμέν. Ἐν μορφῇ γὰρ Θεοῦ ὑπάρχων , κατὰ τὸν θεῖον Ἀπόστολον, ἔλαβε τὴν τοῦ δούλου μορφήν . Τούτου δὴ χάριν, καὶ μετὰ τὴν ἐνανθρώ πησιν, καὶ ταῖς πρὸ τῆς ἐνανθρωπήσεως ὀνομάζεται κλήσε σιν, ἐπειδήπερ ἀναλλοίωτον ἔχει τὴν φύσιν καὶ ἄτρεπτον. Τὸ μέντοι πάθος ἡ θεία διηγουμένη Γραφή, οὐδαμοῦ τὸ Θεὸς τέθεικεν ὄνομα, ἐπειδὴ τῆς ἁπλῆς ἐστι φύσεως ὄνομα. Οὐδεὶς γὰρ ἀκούσας· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος , καὶ ὅσα τούτοις προσόμοια, τὴν σάρκα φαίη ἂν πρὸ τῶν αἰώνων ὑπάρχειν, ἢ ὁμοουσίαν εἶναι τῷ τῶν ὅλων Θεῷ, ἢ δημιουργὸν γεγονέναι τῆς κτίσεως· ἀλλ' οἶδεν ὅτι ταῦτα τῆς θεότητος ἴδια. Οὔτε μὴν τοῦ Ματθαίου τις γενεαλογοῦντος ἀκούσας, τὸν ∆αβὶδ καὶ τὸν Ἀβραὰμ κατὰ φύσιν ἂν ὑπολάβοι τοῦ Θεοῦ προγόνους· ἡ γὰρ προσληφθεῖσα φύσις ἐξ ἐκείνων κατάγεται. Ὥσπερ τοίνυν εὐκρινῆ ταῦτα καὶ ἀναμφίλεκτα καὶ τοῖς ἄγαν αἱρετικοῖς, καὶ ἴσμεν τὴν μὲν προαιώνιον, τὴν δὲ πρόσ φατον φύσιν, οὕτως εἰδέναι χρὴ τό τε τῆς σαρκὸς παθητόν, καὶ τὸ τῆς θεότητος ἀπαθές, οὐ διαιροῦντας τὴν ἕνωσιν, οὐ δὲ εἰς δύο μερίζοντας πρόσωπα τὸν Μονογενῆ, ἀλλ' ἐν τῷ ἑνὶ θεωροῦντας Υἱῷ τὰ τῶν φύσεων ἴδια. Εἰ γὰρ ἐπὶ ψυχῆς καὶ σώματος, τῶν ὁμοχρόνων φύσεων καὶ φυσικῶς ἡνωμένων, τοῦτο ποιεῖν εἰώθαμεν, καὶ τὴν μὲν ψυχὴν καλοῦμεν ἁπλῆν, καὶ λογικήν, καὶ ἀθάνατον, καὶ ἀόρατον, τὸ δὲ σῶμα σύνθετον ὀνομάζομεν, καὶ παθητόν, καὶ θνητόν, καὶ τὴν ἕνωσιν οὐ διαι ροῦμεν, οὐδὲ διχῆ τὸν ἕνα τέμνομεν ἄνθρωπον· πολλῷ μᾶλλον ἐπὶ τῆς πρὸ αἰώνων ἐκ τοῦ Πατρὸς γεννηθείσης θεότητος, καὶ τῆς ληφθείσης ἐκ σπέρματος τοῦ ∆αβὶδ ἀνθρωπότητος τοῦτο προσήκει ποιεῖν, καὶ σαφῶς εἰδέναι τῆς μὲν τὸ αἰώνιον καὶ ἀΐδιον, ἁπλοῦν τε καὶ ἀπερίγραφον, ἀθάνατον καὶ ἀναλλοίωτον, τῆς δὲ τὸ πρόσφατόν τε καὶ σύνθετον, καὶ περιγεγραμμένον, καὶ ῥευστόν, καὶ θνητόν. Εἰ γὰρ καὶ τὴν σάρκα νῦν ἀθάνατον ἴσμεν, καὶ ἄφθαρτον, ἀλλ' οὖν πρὸ τῆς ἀναστάσεως καὶ θανά του καὶ πάθους ἦν δεκτική· πῶς γὰρ ἄλλως προσηλώθη τῷ ξύλῳ, καὶ παρεδόθη τῷ τάφῳ; Εἰδότας δὲ ὅμως τῶν φύσεων τὸ διάφορον, τὸν ἕνα χρὴ προσκυνεῖν Υἱόν, καὶ τὸν αὐτὸν εἰδέναι Υἱὸν Θεοῦ καὶ Υἱὸν ἀνθρώπου, μορφὴν Θεοῦ καὶ μορ φὴν δούλου, υἱὸν ∆αβὶδ καὶ Κύριον τοῦ ∆αβίδ, σπέρμα Ἀβραὰμ καὶ ποιητὴν Ἀβραάμ. Ἡ γὰρ ἕνωσις κοινὰ ποιεῖ τὰ ὀνόματα, ἀλλ' οὐ συγχεῖ ταύτας τὸ τῶν ὀνομάτων κοινόν. ∆ῆλον γὰρ τοῖς εὖ φρονοῦσιν, ὅτι τὰ μὲν ὡς Θεῷ, τὰ δὲ ὡς ἀνθρώπῳ προσήκει. Οὕτω καὶ τὸ παθητὸν καὶ τὸ ἀπαθὲς ἁρμόττει τῷ ∆εσπότῃ Χριστῷ. Πέπονθε μὲν γὰρ κατὰ τὸ ἀνθρώπειον, ἀπα θὴς δὲ μεμένηκεν ὡς Θεός. Εἰ δὲ κατὰ τὸν τῶν δυσσεβῶν λόγον κατὰ τὴν θεότητα πέπονθε, περιττὴ δήπουθεν τῆς σαρ κὸς ἡ ἀνάληψις. Οὐ γὰρ ἔχρῃζε τῆς παθητῆς ἀνθρωπότητος, τῆς θείας φύσεως δέξασθαι δυναμένης τὸ πάθος. Εἰ δὲ καὶ κατὰ τὸν αὐτῶν λόγον ἀπαθὴς ἡ θεότης, καὶ ἀληθὲς τὸ πάθος, μὴ ἀρνείσθωσαν τὸ πεπονθός, ἵνα μὴ ἀρνηθῶσι καὶ τὴν τοῦ πάθους ἀλήθειαν·