1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

30

ἀσπασίως εἰς ὑμᾶς ἀναλίσκω. Ὁ δὲ κολοφῶν τῆς ἑνώσεως, ἡ συμφωνία τῆς πίστεως· τὸ μηδὲν τῶν νόθων εἰσδέξασθαι δογμάτων, ἀλλὰ τὴν παλαιὰν ἐκείνην καὶ ἀποστολικὴν φυλάτ τειν διδασκαλίαν, ἣν ἡ σεβασμία ὑμῖν προσενήνοχε πολιά, ἣν ἀρετῆς ἱδρῶτες ἐξέθρεψαν. Παρακαλῶ τοίνυν τὴν ὑμετέραν θεοσέβειαν νῦν πλείονα τῆς ποίμνης ποιήσασθαι προμήθειαν, καὶ φυλάξαι τῷ ποιμένι ταύτην ἀλώβητον, καὶ μετὰ παρρησίας εἰπεῖν τὸν ἀξιέπαινον τοῦ πατριάρχου λόγον· Θηριάλωτον οὐκ ἐνήνοχά σοι . 76 ΟΥΡΑΝΙΩ ΑΡΧΟΝΤΙ ΚΥΠΡΟΥ. Τὴν εἰλικρινῆ φιλίαν κρατύνει μὲν συνουσία, τοπικὴ δὲ οὐ διατέμνει διάστασις· ἰσχυρὰ γὰρ τὰ ταύτης δεσμά. Καὶ τοῦτο γνοίη μὲν ἄν τις καὶ ἐξ ἑτέρων πολλῶν· ἀπόχρη δὲ καὶ τὰ καθ' ἡμᾶς ἐπιδεῖξαι τοῦ λόγου τ' ἀληθές. Πολλὰ γὰρ ἡμᾶς διΐστησι καὶ ὄρη καὶ πόλεις καὶ θάλαττα· ἀλλ' οὐδὲν ἔσβεσεν τῆς σῆς μεγαλοπρεπείας τὴν μνήμην. Εὐθὺς γὰρ ἤν τινα ἴδωμεν ἐξ ἐκείνων ἀφιγμένον τῶν πόλεων, αἳ τῆς θαλάττης εἰσὶν ἀγχι τέρμονες, τὴν Κύπρον καὶ τὸν ταύτης ἄριστον κυβερνήτην εἰς μέσον ὁ λόγος προφέρει, καὶ γαννύμεθα τὸ σὸν ἀκούοντες κλέος. Νῦν δὲ διαφερόντως πολλῆς ἐνεπλήσθημεν θυμηδίας· τὸ γὰρ πάντων ἡμῖν ἐρασμιώτερον μεμαθήκαμεν. Τί γὰρ ἡμῖν, ὦ ἄριστε, θυμηρέστερον τοῦ τὴν ἀξιέπαινόν σου ψυχὴν τῷ τῆς γνώσεως φωτὶ πεφωτισμένην ἰδεῖν; Τὸν γὰρ πολλοῖς κοσμούμενον εἴδεσιν ἀρετῆς δίκαιον ἡγούμεθα καὶ τὸν ταύτης προσλαβεῖν κολοφῶνα· καὶ πιστεύομεν ὡς ὀψόμεθα τὸ ποθού μενον. Ἁρπάσει γὰρ δῆλον ὅτι προθύμως ἡ σὴ λαμπρότης τὴν θεόσδοτον δωρεάν, παρὰ γνησίων φίλων καὶ σαφῶς ταύτης ἐπισταμένων τὸ μέγεθος προτρεπομένη, καὶ πρὸς τὸν μεγαλό δωρον ποδηγουμένη Θεόν, ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν , καὶ δι' ἀνθρώπων ἀνθρώπους σαγηνεύει πρὸς σωτηρίαν, εἰς ἀγήρω ζωὴν τοὺς ἀγρευομένους ἀπάγων. Ὁ μὲν γὰρ ἰχθυολκὸς τῶν θηρευομένων τὴν ζωὴν ἀφαιρεῖται· ὁ δὲ ἡμέτερος ἀσπαλιευ τής, ὅπερ ἂν ζωγρήσῃ, τῶν πικρῶν ἐλευθεροῖ τοῦ θανάτου δεσμῶν. Τούτου χάριν ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀν θρώποις συνανεστράφη , καὶ διὰ τῆς ὁρωμένης ἀνθρωπό τητος τὴν ζωηφόρον τοῖς ἀνθρώποις διδασκαλίαν προσήνεγκεν, καὶ λογικοῖς πρέπουσαν πολιτείαν ἐνομοθέτησεν· καὶ τοὺς νόμους ταῖς θαυματουργίαις κρατύνας, κατέλυσε τῷ τῆς σαρ κὸς θανάτῳ τὸν θάνατον· καὶ ταύτην ἀναστήσας, πᾶσιν ἡμῖν ὑπέσχετο τὴν ἀνάστασιν, ἐχέγγυον ἀξιόχρεων τῆς ἡμετέρας ἀναστάσεως τοῦ τιμίου σώματος αὑτοῦ δεδωκὼς τὴν ἀνάστα σιν. Οὕτω δὲ τοὺς ἀνθρώπους, καὶ ταῦτα μισοῦντας, ἠγάπησεν, ὡς τὸ τῆς οἰκονομίας μυστήριον παρά τισιν ἀπιστεῖσθαι διὰ τὴν τῶν παθημάτων ὑπερβολήν. Ἀπόχρη δὲ δεῖξαι τῆς φιλαν θρωπίας τὴν ἄβυσσον καὶ τὸ τοὺς ἀπιστοῦντας ἔτι καθ' ἡμέ ραν ἑκάστην καλεῖν. Ποιεῖ δὲ τοῦτο, οὐχ ὡς ἀνθρωπίνης θεραπείας δεόμενος-τίνος γὰρ ἐνδεὴς τῶν ὅλων ὁ Ποιη τής-, ἀλλ' ὡς διψῶν ἑκάστου τὴν σωτηρίαν. Ἅρπασον τοίνυν, ὦ θαυμάσιε, τὸ δῶρον καὶ τὸν φιλόδωρον ὕμνησον καὶ μεγίστην ἡμῖν καὶ θυμηρεστάτην προξένησον ἑορτήν. 77 ΕΥΛΑΛΙΩ ΕΠΙΣΚΟΠΩ ΤΗΣ ΠΕΡΣΙΚΗΣ ΑΡΜΕΝΙΑΣ. Ἔγνων ὡς ἐζήτησεν ὁ Σατανᾶς σινιάσαι καὶ ὑμᾶς ὡς τὸν σῖτον, καὶ ἐνδέδωκεν ὁ ∆εσπότης, ἵνα δείξῃ τὸν σῖτον, ἵνα τὸν χρυσὸν δοκιμάσῃ, ἵνα τοὺς δοξάζοντας ἀντιδοξάσῃ, ἵνα τοὺς ἀθλητὰς στεφανώσῃ, ἵνα τοὺς ἀριστέας ἀνακηρύξῃ. Ἐγὼ μέντοι δέδια καὶ φρίττω, οὐ περὶ ὑμῶν ἀγωνιῶν τῶν γενναίων τῆς ἀληθείας ἀγωνιστῶν, ἀλλ' εἰδὼς ὅτι συμβαίνει καὶ ἀσθενέστερον διακεῖσθαί τινας. Εἰ γὰρ ἐν δυοκαίδεκα ἀποστόλοις εἷς εὑρέθη προδότης, εὔδηλον ὅτι ἐν πολλαπλα σίοις ἀνθρώποις πλείους