1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

63

ἐχρήσατο· ἡμεῖς δὲ ταῖς καταιγίσι καὶ τρικυμίαις βαλλόμεθα, καὶ κατὰ τῶν τὸ σκάφος ἐρεττόντων μετ' ἐκείνου βοῶμεν· Φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτῶν ἐγκατέλιπον . Παρέξει δὲ ἴσως ὁ καὶ ἡμῶν κἀκείνου ∆εσπότης, καὶ ἡμᾶς ἀναδῦναι, καὶ τοῦ κήτους ἀπαλ λαγῆναι. Εἰ δὲ καὶ ζέον ἐπιμείνῃ τὸ ῥόθιον, ἐλπίζομεν καὶ οὕτως τῆς θείας ἀπολαύσεσθαι προμηθείας, καὶ τῇ πείρᾳ μαθεῖν, ὡς ἡ δύναμις αὐτοῦ ἐν ἀσθενείᾳ τελειοῦται· καὶ γὰρ αὐτοὺς τοὺς κινδύνους τῇ ἀσθενείᾳ ἡμῶν ἐμέτρησε. Τὸν μὲν γὰρ θεῖον ἐκεῖνον προφήτην ἅπαντες καθῆκαν εἰς τὸ πέλαγος οἱ συμπλέοντες· ἐμοὶ δὲ καὶ τὴν τῆς σῆς ὁσιότητος παρέσχεν παραψυχήν, καὶ μέντοι καὶ ἄλλων θεοφιλῶν ἀνδρῶν· οὓς τῆς Ὀνησιφόρου τοῦ θαυμασίου τυχεῖν εὐλογίας μετὰ τῆς σῆς φιλοθεΐας προσεύχομαι, ὅτι τὴν ἄλυσιν ἡμῶν οὐκ ἐπῃσχύνθητε· ἀλλὰ τῶν ὑπὲρ τῆς πίστεως ἡμῖν κεκοινωνήκατε θλίψεων. Τοῦτο μέντοι εὖ ἴσθι, δέσποτα, ὡς καὶ ἑτέρων μοι πεμψάντων θεοφιλεστάτων ἐπισκόπων εὐλογίας οὐκ ἐδεξάμην· οὐχ ὡς ὑβρίζων τοὺς πεπομφότας, μὴ γένοιτο· ἀλλ' ὡς τὴν ἀναγκαίαν τροφὴν τέως ποριζόμενος παρὰ τοῦ καὶ τοῖς κόραξι ταύτην ἀφθόνως παρέχοντος. Ἐπὶ δὲ τῆς σῆς φιλοθεΐας οὐδὲν τοιοῦτο πεποίηκα. Τῷ ὄντι γὰρ ἐνίκησεν ἡ τῆς ἀγάπης θερμότης τὸν ἐγγενόμενόν μοι τέως σκοπόν. Ὅτι γὰρ ἐξ οὗ τὰ τῆς συνη θείας ἡμῖν ηὐξήθη, καὶ τὸ φίλτρον σφοδρότερον ἐξήφθη, πειθέσθω ἡ θεοφιλής σου ψυχή. 124 ΜΑΡΑΝΑ ΣΧΟΛΑΣΤΙΚΩ. Τὰς μὲν ἐκκλησιαστικὰς ὀλοφύρομαι κἀγὼ συμφοράς, καὶ τὸν ἐπικείμενον ὀδύρομαι κλύδωνα. Ἐμαυτῷ μέντοι συνήδομαι θορύβων ἀπηλλαγμένῳ, καὶ γαλήνης ἀπολαύοντι τῆς ἐρασμίας μοι. Οὓς δὲ καὶ νῦν ἀδικεῖν ἡ σὴ παίδευσις εἴρηκεν, οὐκ εἰς μακρὸν τίσουσι δίκας ὧν νῦν παρανόμως τολμῶσι. Σταθμῷ γὰρ ἅπαντα καὶ μέτρῳ πρυτανεύει τῶν ὅλων ὁ Κύριος· καὶ ὅταν τινὲς εἰς ἀμετρίαν παρανομίας ἐκπέσωσι, μακροθυμεῖ μὲν οὐκέτι, δικαστικῶς δὲ λοιπὸν ἐπιφέρει τὴν τιμωρίαν. Ταῦτα προορῶντες ἡμεῖς παύσασθαι αὐτοὺς τῆς ἀμετρίας εὐχόμεθα, ἵνα μὴ κολαζομένους ὁρῶντες πάλιν αὐτοὺς θρηνεῖν βιαζώ μεθα. Τῆς δὲ ὑμετέρας θαυμασιότητος διηνεκῶς μνημονεύο μεν, καὶ τὸν κοινὸν ∆εσπότην ἀντιβολοῦμεν τὴν ὑμετέραν οἰκίαν εὐλογίας ἐμπλῆσαι. 125 ΙΩΑΝΝΗ ΕΠΙΣΚΟΠΩ ΓΕΡΜΑΝΙΚΕΙΑΣ. Τὰ μὲν πρότερα γράμματα τῆς σῆς ὁσιότητος εὐθὺς δεξά μενος ἀντιγέγραφα. Περὶ δὲ τῶν προκειμένων οὐδέν ἐστιν ἐλπίσαι χρηστόν. Τῆς γὰρ παντελοῦς ἀποστασίας ὑπολαμβάνω ταῦτα εἶναι προοίμια. Τὸ γὰρ τοὺς θρηνοῦντας τὰ κατὰ βίαν, ὥς φασιν, ἐν Ἐφέσῳ γεγενημένα μὴ μεταμέλεσθαι, ἀλλ' ἐπι μένειν τοῖς παρανόμως παρ' αὐτῶν τολμηθεῖσιν, καὶ ἐποικο δομεῖν κατὰ ταὐτὸν τήν τε ἀδικίαν καὶ τὴν ἀσέβειαν, καὶ τὸ τοὺς ἄλλους μήτε συμβουλεύειν, ἵνα αὐτοῖς ἐξαρνηθῇ τὰ τολμηθέντα, μήτε ἐπιμενόντων οἷς παρανόμως ἔδρασαν φεύ γειν τὴν κοινωνίαν, τί τῶν χρηστῶν ἐλπίζειν ἐᾷ; Εἰ μὲν γὰρ ἐπῄνουν τὰ γεγενημένα ὡς εὖ καὶ καλῶς ἔχοντα, εἰκότως τοῖς παρὰ σφῶν ἐπαινουμένοις ἐπέμενον. Εἰ δὲ θρηνοῦσιν, ὡς λέγουσιν, καὶ ἀνάγκῃ καὶ βίᾳ ταῦτα πεπραχέναι φασί, τί δήποτε μὴ ἐξαρνοῦνται ἃ παρανόμως δεδράκασιν, ἀλλὰ τὸ παρόν, καὶ σφόδρα ὂν ὀλιγοχρόνιον, τοῦ μέλλοντος προτετίμη ται; Τί δήποτε δὲ καὶ προφανῶς ψεύδονται καί φασι μηδεμίαν γεγενῆσθαι περὶ τὸ δόγμα καινοτομίαν; ∆ιὰ ποίους φόνους καὶ γοητείας ἐξηλάθην ἐγώ; Ὁ δεῖνα τίνας μοιχείας ἐτόλμη σεν; Ποίους ὁ δεῖνα διώρυξεν τάφους; ∆ῆλόν ἐστι καὶ τοῖς βαρβάροις, ὡς δογμάτων χάριν κἀμὲ καὶ τοὺς