1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

45

ἔχομεν μυριά δας τῇ τῶν δογμάτων ὀρθότητι μαρτυρούσας. Τοῖς γὰρ ἀποσ τολικοῖς ὅροις καὶ νόμοις ἀκολουθοῦμεν, καὶ τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ πίστιν ὑπὸ τῶν ἁγίων καὶ μακαρίων Πατέρων, οἷόν τινα κανόνα καὶ γνώμονα τοῖς λόγοις προσφέροντες, τὴν διδασκαλίαν εὐθύνομεν. Εἰ δέ τις ἕτερά τινα παρὰ ταῦτα φρονεῖν ἡμᾶς ἰσχυρίζεται, παρόντων κατηγορείτω, μὴ ἀπόν τας συκοφαντείτω. ∆ίκαιον γὰρ λόγων μεταλαχεῖν καὶ τὸν φεύγοντα καὶ πρὸς τὴν γεγενημένην κατηγορίαν τὴν ἀπολο γίαν ποιήσασθαι, καὶ τηνικαῦτα τοὺς δικάζοντας κατὰ τοὺς νόμους τὴν ψῆφον ἐξενεγκεῖν. Τούτων ἀπολαῦσαι κἀγὼ διὰ τῆς ὑμετέρας μεγαλοπρεπείας παρακαλῶ. Εἰ δ' ἐρήμην τινὲς ἡμῶν καταψηφίσασθαι βούλονται, ἀσπαστῶς καὶ τὴν ἄδικον δεχόμεθα ψῆφον. Ἀναμένομεν γὰρ τὸ τοῦ ∆εσπότου κριτή ριον, ἔνθα οὔτε μαρτύρων, οὔτε κατηγόρων δεόμεθα. Πάντα γὰρ γυμνὰ καὶ τετραχηλισμένα ἐνώπιον αὐτοῦ κατὰ τὸν θεῖον Ἀπόστολον. 91 ΕΥΤΡΕΧΙΩ ΥΠΑΡΧΩ. Τὴν περὶ ἡμᾶς διάθεσιν τῆς ὑμετέρας μεγαλοπρεπείας οἶδα σαφῶς καὶ λόγων οὐ δέομαι ταύτην με διδασκόντων. Σαφέστε ρον γὰρ διδάσκει τῶν λόγων τὰ πράγματα. Τῆς δὲ γεγενημέ νης εἰς ἡμᾶς ἀδικίας ἐβουλόμην τὴν αἰτίαν μαθεῖν. Καινότα τον γὰρ ὑπομένομεν πρᾶγμα, κατὰ ταὐτὸν ἄγαμοι καὶ δίγαμοι πολεμούμενοι. Εἰ δὲ οἱ νῦν τὰς καθ' ἡμῶν συκοφαντίας ὑφή ναντες παραχαράττειν ἡμᾶς τὴν εὐαγγελικὴν διδασκαλίαν φασίν, τί δήποτε μὴ παρόντας ἐλέγχουσιν, ἀλλ' ἀπόντων κατηγοροῦσι; Τοῦτο γὰρ αὐτῶν μάλιστα διελέγχει τὸ ψεῦδος. Εἰδότες γὰρ ὡς πολλὰς ἕξομεν μυριάδας, τοῖς ἀποστολικοῖς ἡμῶν δόγμασι μαρτυρούσας, ἐρήμην ἐποιήσαντο τὴν γραφήν. Ἀλλὰ χρὴ τοὺς ἐννόμως δικάζοντας τῷ κατηγορουμένῳ θατέ ραν ταῖν ἀκοαῖν ἀκεραίαν φυλάξαι. Εἰ δὲ τοῖς τῶν ἀντιδίκων λόγοις ἑκατέραν προσφέρουσι καὶ τὴν ἐκείνοις δοκοῦσαν ἐκφέρουσι ψῆφον, στέρξομεν τὴν ἀδικίαν, ὡς τῆς τῶν οὐρανῶν πρόξενον βασιλείας· καὶ τὸ ἀκλινὲς ἐκεῖνο δικαστήριον προσμενοῦμεν, ἔνθα οὔτε κατήγορος, οὔτε συνήγορος, οὔτε μάρτυς, οὔτε ἀξιωμάτων διαφορά, ἀλλ' ἔργων καὶ λόγων κρίσις, καὶ ἡ κατ' ἀξίαν ἀντίδοσις. Πάντες γάρ, φησί, παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθόν, εἴτε κακόν . 92 ΑΝΑΤΟΛΙΩ ΠΑΤΡΙΚΙΩ. Τοὺς μὲν θεοσεβεστάτους ἐπισκόπους εἰς τὴν βασιλεύουσαν ἀνελθεῖν παρεσκεύασε πόλιν ὁ ὁσιώτατος ἀρχιεπίσκοπος ὁ κύριος ∆όμνος, ὥστε τὴν κατὰ πάντων ἡμῶν γεγενημένην διελέγξαι συκοφαντίαν. Τῆς δὲ ὑμετέρας μεγαλοφυΐας διαφερόντως ἐπὶ τοῦ παρόντος δεόμεθα, ἐπειδὴ τῶν ὅλων ὁ Κύριος καὶ πίστιν ὑμῖν εἰλικρινῆ δέδωκε, καὶ ζῆλον ὑπὲρ ταύτης θερμόν, καὶ φρένας συνέσει κεκοσμημένας, καὶ πρὸς τούτοις δύναμιν τοῖς ἀγαθοῖς ὑμῶν ὑπουργοῦσαν βουλεύμασιν. Ἐπαμύνατε τοιγαροῦν τοῖς ἀδικουμένοις, καὶ τὸ ψεῦδος καταγωνί σασθε, καὶ τῆς ἀποστολικῆς διδασκαλίας πολεμουμένης ὑπερμαχήσατε. Συνεργήσει γὰρ δήπουθεν τῶν Ἐκκλησιῶν ὁ ∆εσπότης καὶ Κυβερνήτης τῇ τῆς ὑμετέρας μεγαλοπρεπείας σπουδῇ, καὶ διαλύσει τὸ νέφος τὸ σκυθρωπόν, καὶ καθαρὰν αἰθρίαν χαριεῖται τοῖς τροφίμοις τῆς πίστεως. Εἰ δὲ καὶ συγχωρήσοι τὸν χειμῶνα νικῆσαι, τὸ μὲν ὑμέτερον μέγεθος τέλειον ἀπολήψεται τὸν μισθόν, ἡμεῖς δὲ τὸν κλύδωνα στέρξομεν, καὶ ἔνθα ἂν ἡμᾶς ἐξώσῃ, μετὰ ψυχαγωγίας διάξομεν, τὸ θεῖον κριτήριον ἀναμένοντες, καὶ τὴν ὀρθὴν ἐκείνην καὶ δικαίαν προσμένοντες ψῆφον.