1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

4

κρῖμα ἐμπίπτειν τοῦ διαβόλου· ἐπ' αὐτοὺς δὲ λοιπὸν τοὺς ἐλέγχους τῆς ἀσεβείας ἔλθωμεν. Πίστιν ἐκτίθεται πρῶτον ἐξ ἁπλῶν καὶ ἀδι ορίστων λέξεων συγκειμένην, ᾗ ἐχρήσαντο καί τι νες τῶν Πατέρων, οὐχὶ πρὸς ζητήσεις ὑποκει μένας ἀποτεινόμενοι, ἀλλ' ἁπλῶς οὕτως ἐφ' ἑαυ τῶν ἐν ἁπλότητι καρδίας διαλεγόμενοι. Εἴ τε καὶ Ἄρειος, ὥς φασι, σοφιζόμενος τὸν Ἀλέξανδρον, ταύτην αὐτῷ προετείνατο (καὶ γὰρ τοῦτο λέγουσιν), ἀλλ' ὁμοῦ μὲν ταύτην ὡς ὁμολογοῦσαν τῇ ἑαυτοῦ γνώμῃ προΐσχεται διὰ δύο προφάσεις· μίαν μὲν, ὥστε τὴν τῆς καινοτομίας ὑπόνοιαν ἐκφυγεῖν, ἐν τῷ τὴν τῶν Πατέρων πίστιν ὡς ὀρθῶς ἔχουσαν ἀποδέχεσθαι· ἑτέραν δὲ, τοῦ πάντας ἀπροοράτως ταῖς πάγαις αὐτοῦ τῶν σοφισμάτων περιπεσεῖν τῇ ἁπλότητι τῶν ῥημάτων τούτων καταπιστεύσαντας. Ὁμοῦ δὲ κἀκεῖνο συνεῖδεν, ὅτι καὶ τὴν ἑαυτοῦ γνώμην εὐπροσώπως αὐτῷ παρεισαγαγεῖν ὑπάρξει, ἐξηγουμένῳ δῆθεν τὰ τῶν Πατέρων, καὶ μάλιστα μὲν λήσασθαι ἀσεβῶν· εἰ δ' ἄρα καὶ φωραθείη, ἀναίτιος εἶναι δόξειν, ὡς οὐδὲν οἴκοθεν οὐδὲ παρ' ἑαυτοῦ τι λέγων, ἀλλ' ἀλλοτρίας γενόμενος διανοίας ἐξηγητής. Ἐν ᾧ δὴ καὶ γελοιότατόν τι παθὼν οὐκ ἐπῄσθετο. Ἐπαινέσας γὰρ αὐτὴν πολλὰ καὶ μεγάλα, μικρὸν ὑποβὰς, τοῖς αἰσχίστοις πάλιν ὀνεί δεσι περιβάλλει. Ἀλλ' ἵνα σαφέστερον ὃ λέγω γέ νηται, κατὰ μέρη τὸν λόγον διελόμενος ἐξετάσω. Καὶ πρῶτόν γε τὴν πίστιν ἢν προτείνεται καταμά θωμεν, αὐτὰς τὰς ἐκείνου φωνὰς παραθέμενοι. {ΕΥΝ.} Τὴν δὲ κρατοῦσαν, φησὶν, ἄνωθεν παρὰ τῶν Πατέρων εὐσεβῆ παράδοσιν, ὥσπερ τινὰ γνώ μονα καὶ κανόνα προεκθέμενοι, ἀκριβεῖ τούτῳ χρη σώμεθα κριτηρίῳ πρὸς τὴν τῶν λεγομένων ἐπί κρισιν. 29.512 {ΒΑΣ.} Τούτοις ἐπάγει τὴν πίστιν ἔχουσαν οὕ τως. {ΕΥΝ.} Πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκρά τορα, ἐξ οὗ τὰ πάντα· καὶ εἰς ἕνα μονογενῆ Υἱὸν τοῦ Θεοῦ, Θεὸν Λόγον, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, δι' οὗ τὰ πάντα· καὶ εἰς ἓν Πνεῦμα ἅγιον, τὸ παράκλητον. {ΒΑΣ.} Εἶτα εὐθὺς ἐπισυνάπτει. {ΕΥΝ.} Ἡ μὲν οὖν ἁπλουστέρα πίστις καὶ κοι νὴ πάντων, ὅσοις τὸ δοκεῖν ἢ τὸ εἶναι Χριστιανοῖς ἐπιμελὲς, ὡς ἐν ἐπιδρομῇ κεφαλαιωδέστερον εἰπεῖν, αὕτη. {ΒΑΣ.} Περὶ μὲν οὖν τῆς ἐν οἷς εἶπεν ἐναντιότητος καὶ τῆς ἀναισχύντου μάχης τῶν εἰρημένων πρὸς ἄλ ληλα μικρὸν ὕστερον ἐροῦμεν. Ἐκεῖνο δὲ πρό τερον ἑαυτοὺς ὑπομνήσωμεν, ὅτι οὗτός ἐστιν ὁ ἐν τοῖς ἄνω λόγοις πάνυ σοβαρῶς ἡμῖν ἐπαγγελλόμενος γυ μνὴν παντὸς προκαλύμματος ἐκθήσεσθαι τὴν ἀλή θειαν. Ἐνταῦθα τοίνυν που γέγραπται· Πιστεύο μεν τὴν ἀγεννησίαν οὐσίαν εἶναι τοῦ Θεοῦ τῶν ὅλων, ἢ, πιστεύομεν ἀνόμοιον κατὰ τὴν οὐσίαν εἶναι τὸν Μονογενῆ τῷ Πατρί. Ταῦτα γὰρ ἔγραψεν ἂν, εἴπερ, ὡς ὑπέσχετο, μηδενὶ παραπετάσματι δολερῷ τὸ ἑαυ τοῦ φρόνημα συνεσκίαζεν. Ἀλλ', οἶμαι, πᾶσιν ἐπι βούλως τοῖς λόγοις χρώμενος, τὰ μὲν παρ' ἑαυτοῦ σιωπᾷ, ἵνα μὴ ἀγυμνάστοις ταῖς ἀκοαῖς προσβάλλων ἀπίθανον ἑαυτὸν καὶ δυσπαράδεκτον καταστήσῃ· τὴν δὲ τῶν Πατέρων πίστιν προβάλλεται, ἣ διὰ τὴν μεσότητα τῶν ἐν αὐτῇ ῥημάτων οὔτε τι ἐναντίω μα πρὸς τὴν ὅλην τοῦ λόγου αὐτῷ κατα σκευὴν παρέξειν ἔμελλε, καὶ ἀκολουθήσειν ῥᾳδίως ἐν ἐξηγήσεως εἴδει μετάγοντι τὸν λόγον ἐφ' ἃ προῄρη ται. Ὡς δὲ ἀληθῆ ταῦτα, δῆλον αὐτόθεν. Ἐκθέμενος γὰρ αὐτὴν, εὐθὺς ἐπιπηδᾷ τῇ ἐξηγήσει, προ φάσει χρώμενος ἄλλῃ τέ τινι, καὶ ὅτι οὐκ ἐξαρκεῖ πρὸς τὴν διάλυσιν τοῦ ἐγκλήματος. Τίνος οὖν ἕνεκεν αὐτὴν προεβάλου, ἀλλ' οὐκ εὐθὺς ἐπ' ἐκείνους ἦλθες τοὺς λόγους, οἳ καὶ τὸ ἀκριβὲς εἶχον, καὶ ἐξαιρεῖσθαί σε τῶν ἐγκλημάτων ἔμελλον; Νῦν δὲ προτείνεται μὲν ὡς ἀσφαλὲς κριτήριον, διορθοῦται δὲ πάλιν, ὡς οὐδὲν ὑγιὲς ἔχουσαν. Τοῦτο δὲ παντὶ γνώριμον, ὅτι, ὥσπερ ἀγκίστρῳ πρὸς θάνατον ἕλκοντι, τῷ ἑαυτοῦ φρονή 29.513 ματι τὸ ἁπλοῦν τῆς πίστεως, οἷόν τι δέλεαρ, περιβάλλει, ἵνα τῷ φαινομένῳ ἐπιδραμόντες οἱ ἀπειρό τεροι, ἀφυλάκτως τῷ κακῷ τῆς ἀσεβείας περιπαρῶ σιν. Ὡς ἂν δὲ μὴ δόξειεν ἄνευ ἀνάγκης τῇ ἐπιδιορθώσει τῆς πίστεως ἐγχειρεῖν, ἢν αὐτὸς ἀπεσέμνυνε ταῖς ὑπερβολαῖς τῶν ἐπαίνων, ταύτην, ὥσπερ ἐπιλα θόμενος τῶν ἑαυτοῦ λόγων,