5
εὐσεβείας πολεμουμένοις ἀνεφάνη μεγίστη παραψυχή, καὶ τῆς ἀποστολικῆς πίστεως ἐπέδειξε τὸν λιμένα, καὶ τούς τε εἰδότας θυμηδίας ἐνέπλησε, τούς τε ἀγνοοῦντας ἠλευθέρωσε τῶν σκοπέλων. Ἐγὼ δὲ διαφερόντως τὸν τῶν ἀγαθῶν ἀνυμνῶ χορηγόν, πρόμαχον γενναῖον εὑρών, τῷ θείῳ φόβῳ τὸ ἀνθρώπειον ἐξελαύνοντα δέος, καὶ τῶν εὐαγγελικῶν δογμάτων προθύμως προκινδυνεύοντα, καὶ τοὺς ἀποστολικοὺς ἀγῶνας ἀσπασίως ἀναδεχόμενον. Καὶ πᾶσα δὲ γλῶττα νῦν εἰς εὐφημίαν κινεῖται τῆς σῆς ἁγιότητος. Οὐ γὰρ μόνοι τῆς εὐσεβείας οἱ τρόφιμοι θαυμάζουσι τὸ τῆς πίστεως ἀκραιφνές, ἀλλὰ καὶ οἱ τῆς ἀληθείας πολέμιοι λίαν ᾄδουσι τὴν ἀνδρίαν. Ταῖς γὰρ τῆς ἀληθείας ἀστραπαῖς παρα χωρεῖ τὸ ψεῦδος. Ταῦτα νῦν γράφω, τὸν τιμιώτατον καὶ εὐλα βέστατον Ὑπάτιον τὸν ἀναγνώστην εἰδώς, καὶ προθύμως μὲν τοῖς τῆς σῆς ὁσιότητος διακονούμενον νεύμασι, διηνεκῶς δὲ τῶν ἀξιεπαίνων σου, δέσποτα, μεμνημένον κατορθωμάτων. Καί σου τὴν ἁγίαν καὶ Θεῷ φίλην περιπτυσσόμενοι κεφαλὴν ταῖς προσευχαῖς ἡμᾶς ὑπερείδειν παρακαλοῦμεν, ἵνα τὸ γοῦν λειπόμενον τῆς ζωῆς κατὰ τοὺς θείους βιώσωμεν νόμους. 12 ΕΙΡΗΝΑΙΩ ΕΠΙΣΚΟΠΩ. Τὸν μέγιστον ἐκεῖνον καὶ ἀδαμάντινον πύργον, τὸν Ἰώβ φημι, τὸν γενναῖον τῆς ἀρετῆς ἀθλητήν, οὐδὲ ἡ τῶν συχνῶν καὶ παντοδαπῶν λυπηρῶν κατέσεισε προσβολή, ἀλλὰ μᾶλλον ἀκίνητόν τε καὶ ἄμαχον ἔδειξεν. Μετὰ μέντοι τῶν ἀγώνων τὸ τέλος, τὴν τῶν πειρασμῶν αἰτίαν ὁ δίκαιος νομοθέτης ἐδήλω σεν, οὕτως εἰπών· Οἴει δέ με ἄλλως σοι κεχρηματικέ ναι, ἢ ἵνα δίκαιος ἀναφανῇς ; Τούτων ἀκούειν τῶν λόγων καὶ τὴν σὴν ὑπολαμβάνω φιλοθεΐαν, πολλὰς καὶ διαφόρους προσβολὰς σκυθρωπῶν δυναμένην πραγμάτων ἐνεγκεῖν· οὐχὶ φυγοῦσαν δὲ ταύτας, ἀλλὰ τὸ τῆς οἰκονομίας σταθερὸν καὶ στερεώτερον διδάξασαν. Ταύτην ἰδὼν τῆς ἱερᾶς ὑμῶν ψυχῆς τὴν ἀνδρείαν ὁ μεγαλόδωρος ∆εσπότης οὐκ ἠνέσχετο κρύψαι ἀξιόκτητον ἀθλητὴν, ἀλλ' εἰς τοὺς ἀγῶνας εἰσήγαγεν· ἵνα τὴν μὲν σεβασμίαν ὑμῶν κεφαλὴν τῷ νικηφόρῳ κατακοσμήσῃ στεφάνῳ, ἀρχέτυπον δὲ ὠφελείας τοὺς ὑμετέρους ἄθλους προσενέγκῃ τοῖς ἄλλοις. Συνήθως τοίνυν, ὦ φίλη κεφαλή, καὶ τόνδε νίκησον τὸν ἀγῶνα καὶ φέρε γενναίως τοῦ ὑμετέρου μὲν γαμβροῦ, ἐμοῦ δὲ γνησιωτάτου φίλου τὴν τελευτήν. Καὶ νίκη σον τῇ φιλοσοφίᾳ καὶ συγγένειαν καὶ μνήμην ἠθῶν ἄριστα κεκραμένων καὶ ἐλευθερίως, νικῶσαν καὶ ζωγράφων τέχνην καὶ λογογράφων ἐπιστήμην· καὶ τὴν τῆς ἀθυμίας διάλυσον προσβολὴν τῇ μνήμῃ τοῦ τὰ καθ' ἡμᾶς οἰκονομοῦντος σοφῶς καὶ τὸ μέλλον προορῶντος καὶ πρὸς τὸ συμφέρον ἰθύνοντος. Καὶ συνησθῶμεν ἀπαλλαγέντι τῶν τοῦ βίου τρικυμιῶν· μᾶλλον δὲ χάριν ὁμολογήσωμεν, ὅτι φερόμενος ἐξ οὐρίων εἰς τοὺς ἀπηνέμους καθωρμίσθη λιμένας καὶ πεῖραν τῶν πικρῶν οὐκ ἔλαβε ναυαγίων, ὧν ὃδε ὁ βίος μεστός. Ἀλλὰ γὰρ οἶδα περιττὸν ποιῶν τὸν γενναῖον τῆς ἀρετῆς ἀγωνιστὴν καὶ τῶν ἄλλων ἀθλητῶν παιδοτρίβην εἰς καρτερίαν ἀλείφων. Γράφω δὲ ὅμως καὶ ἐμαυτῷ διὰ τῶνδε τῶν λόγων ψυχαγωγίαν προσφέρων. Ἤλγησα γὰρ τῷ ὄντι τῆς ἀξιαγάστου συνουσίας ἀναμνησθείς. Ἀλλὰ πάλιν ὕμνησα τῶν ὅλων τὸν Πρύτανιν, καὶ τὸ συνοίσειν μέλλον εἰδότα καὶ πρὸς τοῦτο τὰ καθ' ἡμᾶς κυβερνῶντα. Ταῦτα μετὰ τὸ γράψαι τὰ πρότερα ὑπομνηστικὰ ὑπηγόρευσα, τινός μοι τῶν ἐν Ἀντιοχείᾳ φίλων μεμηνυκότος τὴν τελευτήν. 13 ΚΥΡΩ. Τὴν μὲν Λέσβον ἀκούω τὴν νῆσον καὶ τὰς ἐν αὐτῇ πόλεις, τήν τε Μιτυλήνην καὶ