7
παρασχεῖν εἰς τὸ νικῆσαι τὸ πάθος. Καὶ πρὸς τούτοις τὸ παίδων γενέσθαι πατέρα τὸν ἀπελθόντα, καὶ τούτους προσήβους καταλιπεῖν, καὶ εἰς αὐτὴν ἀνελθεῖν τῶν ἀξιωμάτων τὴν κορυφήν· καὶ ἐν περιφανείᾳ γενόμενον μὴ δοῦναι τῷ φθόνῳ χώραν, ἀλλὰ αὐξῆ σαι τὸ φίλτρον, καὶ καταλιπεῖν κλέος ἐλευθερίας καὶ μισοπο νηρίας καὶ πραότητος καὶ τῆς ἄλλης τῶν ἠθῶν ἀρετῆς, ἱκανὰ ταῦτα ψυχαγωγῆσαι καὶ τοὺς λίαν τῇ λύπῃ δεδουλω μένους. Ἂν δὲ δὴ καὶ τὰς θείας ἐπαγγελίας εἰς νοῦν λάβωμεν καὶ τὰς τῶν Χριστιανῶν ἐλπίδας, τὴν ἀνάστασιν λέγω, καὶ τὴν αἰώνιον ζωήν, καὶ τὴν ἐν βασιλείᾳ διαγωγήν, καὶ ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν, τίς λοιπὸν καταλειφθήσεται πρόφασις ἀθυμίας; μάλιστα τοῦ Ἀποστόλου διαρρήδην βοῶντος· Οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῶν κοιμωμένων, ἵνα μὴ λυπῆσθε, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα . Ἐγὼ δὲ οἶδα καὶ πολλοὺς τῶν οὐκ ἐχόντων ἐλπίδα λογισμῷ μόνον περιγενομένους τοῦ πάθους. Τῶν δὲ λίαν ἀτοπωτάτων, τοὺς ἐπὶ τοιαύτης ὀχου μένους ἐλπίδος χείρους εὑρεθῆναι τῶν οὐκ ἐχόντων ἐλπίδα. Ἀποδημίαν τοίνυν παρακαλῶ μακρὰν τὴν τελευτὴν λάβωμεν, καὶ ὥσπερ εἰώθαμεν ἀποδημοῦντος αὐτοῦ λυπεῖσθαι μέν, προσ μένειν δὲ τὴν ἐπάνοδον, οὕτω καὶ νῦν μετρίως μὲν ὁ χωρισμὸς ἀνιάτω-τῇ φύσει γὰρ σύμμετρα παραινῶ-μὴ ὡς νεκρὸν δὲ θρηνῶμεν, ἀλλ' αὐτῷ μὲν συνησθῶμεν τῆς ἐκδημίας, καὶ τῆς ἐντεῦθεν ἀπαλλαγῆς ὅτι τῶν ἀμφιβόλων ἠλευθερώθη πραγμά των καὶ οὐδεμίαν δέδιε μεταβολήν, οὐ ψυχικήν, οὐ σωματι κήν, οὐ τῶν περὶ τὸ σῶμα, ἀλλ' ἔξω τῶν ἀγώνων γενόμενος τὰ βραβεῖα περιμένει. Ὀρφανία δὲ καὶ χηρεία μὴ λίαν ὑμᾶς ἀνιάτω· μείζονα γὰρ ἔχομεν κηδεμόνα, ὃς καὶ τοῖς ἄλλοις νομοθετεῖ ὀρφανῶν καὶ χηρῶν πολλὴν ποιεῖσθαι φροντίδα· καὶ περὶ αὐτοῦ φησιν ὁ θεῖος ∆αβίδ· Ὀρφανὸν καὶ χῆραν ἀναλήψεται, καὶ ὁδὸν ἁμαρτωλῶν ἀφανιεῖ . Αὐτῷ τοὺς ἡμετέρους ἐγχειρίσωμεν οἵακας καὶ τῆς παντοδαπῆς προμηθείας τευξόμεθα. Ἔσται γὰρ ἡμῖν παντὸς ἀνδρὸς κηδε μονικώτερος· αὐτοῦ γάρ ἐστι φωνή· Μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου αὐτῆς, ἢ τοῦ μὴ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; Εἰ δὲ καὶ ἐπιλάθοιτο γυνὴ τοῦ ταῦτα ποιῆσαι, ἀλλ' ἐγὼ οὐκ ἐπιλήσομαι, εἶπεν ὁ Ἅγιος . Οἰκειότερος γὰρ ἡμῖν ἐστι καὶ πατρὸς καὶ μητρός· αὐτὸς γὰρ ἡμῶν ἐστι ποιητὴς καὶ δημιουργός. Οὐ γὰρ γάμος ποιεῖ πατέρας, ἀλλ' αὐτοῦ νεύοντος γίνονται οἱ πατέρες πατέρες. Ταῦτα γράψαι νῦν ἠναγκάσθην, ἐπειδή με δραμεῖν πρὸς ὑμᾶς οὐκ ἐᾷ τὰ δεσμά. Ἀρκεῖ δὲ καὶ μόνος ὁ θεοφιλέστατος καὶ ὁσιώτατος ἐπίσκοπος, πᾶσαν τῇ πιστοτάτῃ σου ψυχῇ παραψυχὴν πραγματεύσασθαι καὶ λόγῳ καὶ ἔργῳ καὶ θέᾳ καὶ κοινωνίᾳ φροντίδων καὶ τῇ πνευματικῇ αὐτοῦ καὶ θεοσδότῳ σοφίᾳ, δι' ἧς κατευνασθήσεσθαι πιστεύω τῆς ἀθυμίας τὴν ζάλην. 15 ΣΙΛΒΑΝΩ ΠΡΩΤΕΥΟΝΤΙ. Οἶδα μὲν ὑστερήσας καὶ περὶ τοὺς παραμυθητικοὺς μελλή σας λόγους· ἀλλ' οὐχὶ δίχα λογισμοῦ τοῦτο δέδρακα· ἐνδοῦναι γὰρ τῷ πάθει σφοδρῷ ὄντι προὔργου νενόμικα. Οὐδὲ γὰρ τῶν ἰατρῶν οἱ σοφώτατοι ἐν τῇ τῶν πυρετῶν ἀκμῇ τὰ ἀλεξίκακα προσφέρουσι φάρμακα· ἀλλ' εἰς καιρὸν τὴν ἀπὸ τῆς τέχνης βοήθειαν συνεισφέρουσι. ∆ιά τοι τοῦτο κἀγὼ τὰς ὀλίγας ταύ τας ἡμέρας ἐνδέδωκα, λογισάμενος τὴν τῆς ὀδύνης ὑπερβολήν. Εἰ γὰρ ἡμᾶς οὕτως ἄγαν ἠνίασεν ἡ φήμη καὶ παμπόλλης ἀθυ μίας ἐνέπλησε, τί οὐκ ἂν ἔπαθεν ἀνὴρ τὸν αὐτὸν ζυγὸν ἕλκων καὶ εἰς μίαν σαρκός, κατὰ τὴν θείαν Γραφήν, συνάφειαν ἁρμοσθείς, τῆς καὶ χρόνῳ καὶ πόθῳ γεγενημένης συναφείας βίᾳ διασπασθείσης; Ἀλλ' ἐκείνην μὲν τὴν ὀδύνην ἡ φύσις εἰργάσατο, τὴν δὲ παραψυχὴν ὁ λογισμὸς μηχανάσθω, τό τε τῆς φύσεως ἐπίκηρον ἐνθυμούμενος καὶ τοῦ πάθους τὸ