9
ὁμολογήσειαν τὸ ἀγέννη τον, καὶ ὀφλήματος ἔκτισιν τὴν ἰδίαν ἀσέβειαν ὀνο μάζει, ἵνα μὴ δόξῃ παρ' ἑαυτοῦ τι λέγειν, ἀλλὰ τὸ ἀναγκαίως τῷ Θεῷ ὀφειλόμενον ἐκπληροῦν, Καὶ τοῖς λοιποῖς ἐνδείκνυται, ὅτι ἐν μὲν τῇ οὐσίᾳ τιθέμενοι τὸ ἀγέννητον, ἀνεύθυνοι ἀφεθήσονται· εἰ δὲ ἑτέρως κατὰ τὸν εὐσεβῆ τρόπον ὑπολαμβάνοιεν, ὡς ἐλλε λοιπότες τὸ πάντων χρεῶν πρεσβύτατον καὶ ἀναγκαιό τατον ἔκτισμα, ἀπαραίτητον τὴν ὀργὴν ἐκδέξονται, Ἡδέως οὖν ἂν αὐτὸν ἐξετάσαιμι, τὴν εὐγνωμο σύνην ταύτην ὁμοίως ἐπὶ πάντων τῶν περὶ Θεοῦ λε γομένων φυλάσσει, ἢ κατὰ τοῦτο μόνον τὸ ῥῆμα; Εἰ μὲν γὰρ οὐδὲν ὅλως κατ' ἐπίνοιαν θεωρεῖ, ἵνα μὴ δόξῃ ἀνθρωπίναις τὸν Θεὸν σεμνύνειν προσηγορίαις, πάντα ὁμοίως οὐσίαν ὁμολογήσει τὰ ἐπιλεγόμενα τῷ Θεῷ. Πῶς οὖν οὐ καταγέλαστον, τὸ δημιουργικὸν οὐσίαν εἶναι λέγειν; ἢ τὸ προνοητικὸν πάλιν οὐσίαν; ἢ τὸ προγνωστικὸν πάλιν ὡσαύτως; καὶ ἁπαξ απλῶς, πᾶσαν ἐνέργειαν, οὐσίαν τίθεσθαι; Καὶ εἰ πάντα ταῦτα πρὸς ἓν σημαινόμενον τείνει, ἀνάγκη πᾶσα ταυτὸν ἀλλήλοις δύνασθαι τὰ ὀνόματα· ὡς ἐπὶ τῶν πολυωνύμων· ὅταν Σίμωνα καὶ Πέτρον καὶ Κηφᾶν τὸν αὐτὸν λέγωμεν. Οὐκοῦν ὁ ἀκούσας τὸ ἀναλλοίωτον τοῦ Θεοῦ, πρὸς τὸ ἀγέννητον ὑπαχθήσεται· καὶ ὁ ἀκούσας τὸ ἀμερὲς, πρὸς τὸ δημιουργικὸν ἀπο φέρεται. Καὶ ταύτης τί ἂν γένοιτο τῆς συγχύσεως ἀτοπώτερον, ἀφελόμενον τὴν ἰδίαν σημασίαν ἑκάστου τῶν ὀνομάτων, ἀντινομοθετεῖν τῇ τε κοινῇ χρήσει καὶ τῇ διδασκαλίᾳ τοῦ Πνεύματος; Καίτοι ὅταν μὲν ἀκού σωμεν περὶ τοῦ Θεοῦ, ὅτι πάντα ἐν σοφίᾳ ἐποίησε, τὴν δημιουργικὴν τέχνην αὐτοῦ διδασκόμεθα· ὅταν δὲ, ὅτι ἀνοίγει τὴν χεῖρα αὐτοῦ, καὶ ἐμπιπλᾷ πᾶν ζῶον εὐδοκίας, τὴν διὰ πάντων κεχωρηκυῖαν πρόνοιαν· ὅταν δὲ, ὅτι Ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, τὸ ἀόρατον τῆς αὐτοῦ φύσεως παιδευόμεθα. Πάλιν δὲ τὸ ἐκ προσώπου τοῦ Θεοῦ λεγόμενον, 29.529 Ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι, τὸ ἀεὶ ταυτὸν καὶ ἄτρεπτον τῆς θείας οὐσίας μανθάνομεν. Πῶς οὖν οὐχὶ μανία σαφὴς, μὴ ἴδιον σημαινόμενον ἑκάστῳ τῶν ὀνομάτων ὑποβεβλῆσθαι λέγειν, ἀλλὰ, παρὰ τὴν ἐνέργειαν, πάντα ταυτὸν δύνασθαι ἀλλήλοις δι ορίζεσθαι τὰ ὀνόματα; Ἔπειτα ἐὰν καὶ δῶμεν τοῦτο, οὐδ' οὕτω πλέον αὐτοῖς οὐδὲ εἰς τὸν σκοπὸν περιέσται. Εἰ γὰρ πάντα ταῦτα, ἐπὶ τοῦ Θεοῦ καὶ Πατρὸς λαμ βανόμενα, τὴν οὐσίαν αὐτοῦ σημαίνει, τὸ ἀναλλοίωτον λέγω, καὶ τὸ ἀόρατον, καὶ τὸ ἄφθαρτον, παραπλη σίως δηλονότι καὶ ἐπὶ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, οὐσίας ἔσται δηλωτικά. Ἀόρατον γὰρ, καὶ ἀναλλοίωτον, καὶ ἄφθαρτον, καὶ ἀμερῆ, καὶ τὰ τοιαῦτα πάντα, καὶ τὸν μονογενῆ Υἱὸν ὀνομάζομεν. Καὶ οὕτω τὸ σοφὸν αὐτοῖς εἰς τὸ ἐναντίον περιελεύσε ται. Οὐ γὰρ μᾶλλον διὰ τὸ ἐν μιᾷ προσηγορίᾳ διάφορον ἀνόμοιον κατὰ τὴν οὐσίαν ἀποδεικνύειν ἔξουσιν, ἢ διὰ τὴν ἐν τοῖς πλείοσι κοινωνίαν ὅμοιον ὁμολογεῖν ὑπ' αὐτῆς τῆς ἀνάγκης τῶν δεδομένων ἐκβιασθήσονται. Εἰ δὲ λέγοι ἐπὶ μόνης τῆς τοῦ ἀγεν νήτου φωνῆς τῇ εὐλαβείᾳ ταύτῃ κεχρῆσθαι, ἐπὶ δὲ τῶν ἄλλων ἀφυλάκτως ἔχειν· πάλιν αὐτὸν ἐρωτή σωμεν, τίς ἡ ἀποκλήρωσις, τοσούτων ὄντων τῶν περὶ Θεοῦ λεγομένων, ἐν ἑνὶ τούτῳ μόνῳ τὴν ἀκρί βειαν ἐπιδείκνυσθαι, καὶ ἐν ἑνὶ τούτῳ ἀποπληροῦν τα αὐτῷ τὴν τοῦ εἶναι ὅ ἐστιν ὁμολογίαν, ἐν ἑτέροις παμπληθέσιν ἀνθρωπίναις ἐπινοίαις σεμνύ νειν μὴ παραιτεῖσθαι; Ὁ γὰρ πλειόνων ὀφειλέ της οὐ μᾶλλον εὐγνώμων ἐν τῇ τοῦ ἑνὸς ἀποδόσει ἢ ὑπερβάλλων ἀγνωμοσύνῃ ἐν τῇ τῶν πλειόνων ἀποστε ρήσει. Οὕτω μὲν οὖν, ὡς τὰ πανοῦργα τῶν θηρίων, ταῖς ἑαυτοῦ τέχναις ἁλίσκεται, οἷς λανθάνειν ἐπιχει ρεῖ, τούτοις πλέον διελεγχόμενος. 29.532 Τίνα δέ ἐστι τὰ ἑξῆς τοῦ λόγου σκοπεῖτε. ∆είξας, ὡς οἴεται, ὅτι ἀδύνατόν ἐστιν ἐπινοίᾳ λαβεῖν τὸ ἀγέννητον, ἐπάγει· {ΕΥΝ.} Ἀλλὰ μὴν οὐδὲ κατὰ στέρησιν· εἴ γε τῶν κατὰ φύσιν αἱ στερήσεις εἰσὶ στερήσεις, καὶ τῶν ἕξεων δεύτεραι. {ΒΑΣ.} Ταῦτα δὲ, ὅτι ἐκ τῆς τοῦ κόσμου σοφίας περιλαλεῖ, ὑφ' ἧς ἐκτραχηλισθεὶς, ταῖς τοιαύταις τῶν λόγων ἐπέθετο καινοτομίαις, οὐ χαλεπὸν ἐπιδεῖ ξαι. Ἀριστοτέλους γάρ εἰσιν, ὡς