1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

9

Ἔπειτα δὲ κἀκεῖνο χρὴ συνιδεῖν, ὡς τὸν κατη γορούμενον ἀναμφισβητήτους μάρτυρας προσήκει παράγειν, οἷς οὐδὲ τῶν κατηγόρων τις ἐπιμέμψασθαι δύναται. Εἰ δὲ τοὺς παρὰ τῶν διωκόντων κατηγορουμένους ὁ διωκόμενος εἰς μαρτυρίαν καλέσοι, οὐδὲ αὐτὸς ἂν ὁ δικάζων ἀνάσχοιτο δέ ξασθαι. Εἰ μὲν γὰρ ἔπαινον Πατέρων συγγράφων τούσδε τοὺς ἁγίους παρέλιπον, ἠδίκησα ἄν, ὁμολογῶ, καὶ περὶ τοὺς διδασ κάλους ἀχάριστος ἐγενόμην. Εἰ δὲ κατηγορούμενος ἀπολογίαν προσήνεγκα καὶ τοὺς ἀναμφισβητήτους παρήγαγον μάρτυρας, τί μάτην οἱ τούτων οὐδὲν ἰδεῖν ἐθέλοντες ἐπιμέμφονται; Ὅπως δὲ σέβω τοὺς ἄνδρας, μάρτυς ἡ παρ' ἡμῶν ὑπὲρ αὐτῶν συγγραφεῖσα βίβλος, ἐν ᾗ τὴν κατ' αὐτῶν γεγενημένην γραφὴν διελύσαμεν, οὐ δείσαντες τῶν κατηγόρων τὴν δυναστείαν οὐδὲ τὰς καθ' ἡμῶν γενομένας ἐπιβουλάς. Ἄλλην τοίνυν ἐχέτω σαν τερθρείας ἀφορμὴν οἱ τὴν ἀδολεσχίαν ἀσπαζόμενοι. Ἐμοὶ σκοπὸς οὐ πρὸς χάριν τοῦ δεῖνος καὶ τοῦ δεῖνος πάντα λέγειν καὶ πράττειν· ἀλλὰ τήν τε τοῦ Θεοῦ Ἐκκλησίαν οἰκοδομεῖν καὶ τῷ ταύτης ἀρέσκειν νυμφίῳ τε καὶ ∆εσπότῃ. Ὅτι γὰρ οὐ σωματικῆς ἕνεκα θεραπείας οὐδὲ τῆς πολυφρόντιδος τιμῆς ἀντεχόμενος, ἣν δύστηνον ὀνομάζειν ὀκνῶ, ταῦτα ποιῶ, μαρτυ ρεῖ μοι τὸ συνειδός. Πάλαι γὰρ ἂν αὐτόματος ἀπέστην, εἰ μὴ τὸ θεῖον ἐδεδίειν κριτήριον. Καὶ νῦν εὖ ἴσθι, δέσποτα, ὡς τὴν ἀνάγκην προσμένω. Πελάζειν δὲ ταύτην οἶμαι· τεκμηριοῖ γὰρ τὰ τυρευόμενα. 17 ΚΑΣΙΑΝΗ ∆ΙΑΚΟΝΩ. Εἰ μὲν εἰς μόνην ἀφεώρων τὴν τοῦ πάθους ὑπερβολήν, ἀνεβαλόμην ἂν τέως τὰ γράμματα, ἵνα λάβω τὸν χρόνον τῆς θεραπείας ἐπίκουρον. Ἐπειδὴ δὲ τὴν φιλοσοφίαν οἶδα τῆς σῆς θεοφιλείας, τοὺς παραμυθητικοὺς προσενεγκεῖν ἐθάρρησα λόγους, οὓς καὶ παρὰ τῆς φύσεως καὶ παρὰ τῆς θείας ἐδιδά χθην Γραφῆς. Ἥ τε γὰρ φύσις τὸ ἐπίκηρον ἔχει, καὶ τῶν τοιούτων συμφορῶν ἅπας ὁ βίος μεστός· καὶ τῶν ὅλων ὁ Πρύ τανις καὶ τοῦ παντὸς ὁ Κυβερνήτης, ὁ σοφῶς τὰ καθ' ἡμᾶς πρυτανεύων ∆εσπότης, παντοδαπὴν ἡμῖν διὰ τῶν θείων λογίων προσφέρει παραψυχήν· καὶ τούτων μεσταὶ μὲν τῶν ἱερῶν Εὐαγγελίων αἱ βίβλοι, μεστὰ δὲ τὰ τῶν ἁγίων ἀποστόλων συγ γράμματα, καὶ τῶν τρισμακαρίων προφητῶν τὰ θεσπίσματα. Περιττὸν δὲ οἶμαι συλλέγειν ταῦτα καὶ τῇ σῇ προσφέρειν θεοσεβείᾳ, ἄνωθεν τοῖς θεοπνεύστοις ἐντεθραμμένῃ λόγοις, καὶ πρὸς ἐκεῖνα τὸν οἰκεῖον ῥυθμισάσῃ βίον, καὶ διδασκαλίας ἑτέρας μὴ δεομένῃ. Παρακαλῶ τοίνυν ἐκείνων ἀναμνησθῆναι τῶν λόγων, οἳ καὶ τῶν παθῶν παρεγγυῶσιν ἡμῖν κρατεῖν, καὶ τὴν αἰώνιον ὑπισχνοῦνται ζωήν, καὶ τοῦ θανάτου κηρύττουσι τὴν κατάλυσιν, καὶ τὴν κοινὴν πάντων ἡμῶν ἀνάστασιν ἐπαγ γέλλονται· καὶ πρὸς τούτοις, μᾶλλον δὲ πρὸ τούτων, ὅτι ∆εσ πότης ὁ ταῦτα οὕτω γενέσθαι κελεύσας, καὶ ∆εσπότης σοφώτατός τε καὶ ἀγαθώτατος, καὶ τὸ συμφέρον ἀκριβῶς ἐπιστάμενος, καὶ πρὸς τοῦτο πάντως ἰθύνων τὰ πράγματα. Ἔστι γὰρ ὅτε θάνατος ἀμείνων ζωῆς καὶ ὁ δοκῶν ἀνιαρὸς τῶν νομιζομένων τερπνῶν ἐστι θυμηρέστερος. ∆εξάσθω τοίνυν ἡ θεοσέβειά σου τῆς ἐμῆς ταπεινώσεως τὴν παράκλησιν, ἵνα τὸν τῶν ὅλων θεραπεύσῃς ∆εσπότην, γενναίως ἐνεγκοῦσα τὰ λυπηρὰ καὶ γυναιξὶν ὁμοῦ καὶ ἀνδράσι φιλοσοφίας ὑπόδειγμα γενομένη. Θαυμάσονται γὰρ ἅπαντες τοῦ λογισμοῦ τὴν ἀνδρίαν, δεξαμένην γενναίως τοῦ πάθους τὴν προσβολὴν καὶ τὴν σφοδροτάτην αὐτοῦ διαλύσασαν ἐμβολὴν τῇ μεγαλοψυχίᾳ τῆς γνώμης. Ἔχομεν δὲ ψυχαγωγίαν ἀρκοῦσαν τοῦ κατοιχομένου παιδὸς τὰς ζώσας εἰκόνας· ἀξιεράστους γὰρ ἡμῖν καρποὺς καταλέλοιπεν, παῦσαι δυναμένους τῆς ἀχθηδόνος τὴν ἀμετ ρίαν. Πρὸς δὲ τούτοις ἀντιβολῶ καὶ τῇ τοῦ σώματος ἀσθενείᾳ μετρῆσαι τὴν λύπην καὶ μὴ αὐξῆσαι τὰ πάθη τῇ τῆς ἀθυμίας ὑπερβολῇ. Ἐγὼ δὲ τὸν