1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

10

εὐμήχανον ἱκετεύω ∆εσπότην παρα σχεῖν σου τῇ θεοσεβείᾳ παραψυχῆς ἀφορμάς. 18 ΝΕΟΠΤΟΛΕΜΩ. Ὅταν εἰς τὸν θεῖον ἀποβλέψω νόμον, ὃς σάρκα μίαν τοὺς γάμῳ συναπτομένους καλεῖ, οὐκ οἶδα τίνι τρόπῳ ψυχαγωγήσω τὸ μέλος τὸ τῇ τομῇ χωρισθέν· λογίζομαι γὰρ τῆς ὀδύνης τὸ μέγεθος. Ὅταν δὲ τῆς φύσεως ἐννοήσω τὸν δρόμον καὶ τὸν ὅρον ἐκεῖνον, ὃν ὁ ∆ημιουργὸς ἐξενήνοχεν εἰπών· Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ · καὶ τὰ πανταχοῦ γῆς καὶ θαλάττης καθ' ἑκάστην ἡμέραν γινόμενα-ἢ γὰρ ἄνδρες πρότεροι τοῦ βίου τὸ τέρμα καταλαμβάνουσιν, ἢ γυναῖκες τοῦτο πάσχουσι πρότεραι-, πολλὰς ἐντεῦθεν ἀφορμὰς εἰς ψυχαγωγίαν εὑ ρίσκω· πρὸς τούτοις τὰς παρὰ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν παρασχεθείσας ἡμῖν ἐλπίδας· τούτου γὰρ δὴ χάριν τὸ τῆς οἰκονομίας ἐτελέσθη μυστήριον, ἵνα τοῦ θανάτου τὴν παῦλαν μεμαθηκότες, μὴ λίαν ἀλγῶμεν τῇ τῶν ποθουμένων χωριζόμε νοι τελευτῇ ἀλλὰ τὴν τριπόθητον τῆς ἀναστάσεως ἐλπίδα προσ μένωμεν. Ταῦτά σου τὴν θαυμασιότητα καὶ λογίσασθαι παρα καλῶ καὶ νικῆσαι τῆς ἀθυμίας τὸ πάθος· μάλιστα τῶν κοινῶν ὑμῶν κλάδων καὶ παρόντων καὶ πᾶσαν ὑμῖν ποριζόντων παρα ψυχῆς ἀφορμήν. Ὑμνήσωμεν τοίνυν τὸν σοφῶς τὰ καθ' ἡμᾶς κυβερνῶντα καὶ μὴ παροξύνωμεν τῇ τῶν ὀδυρμῶν ἀμετρίᾳ. Οἶδε γάρ, ὡς σοφός, τὸ συμφέρον καὶ ὡς ἀγαθὸς τοῦτο ἡμῖν πραγματεύεται. 19 ΒΑΣΙΛΕΙΩ ΠΡΕΣΒΥΤΕΡΩ. Τοιοῦτον ἡμῖν ἔδειξεν ἡ πεῖρα τὸν ἐλλογιμώτατον Ἀθανά σιον τὸν ῥήτορα, ὁποῖον ἔφησε τῆς σῆς θεοσεβείας τὰ γράμματα. Κοσμεῖ γὰρ αὐτοῦ τὴν μὲν γλῶτταν ὁ λόγος, τὸν δὲ λόγον ὁ τρόπος· ὁμοῦ δὲ πάντα λαμπρύνει τὸ τῆς πίστεως χρῆμα. Ἀεὶ τοίνυν ἡμῖν τοιαῦτα προξένει, θεοφιλέστατε. Πολλῆς γὰρ, εὖ ἴσθι, διὰ ταυτησὶ τῆς συνουσίας θυμηδίας ἡμᾶς ἐνέπλησας. 20 ΜΑΡΤΥΡΙΩ ΠΡΕΣΒΥΤΕΡΩ. Ἡγεῖται μὲν ἡ φύσις ὡς πρεσβυτέρα τῆς γνώμης· νικᾷ δὲ τὴν φύσιν ἡ γνώμη· καὶ τούτου τεκμήριον ἐναργὲς ὁ ἐλλογι μώτατος Ἀθανάσιος ὁ ῥήτωρ. Αὐχῶν γὰρ πατρίδα τὴν Αἴγυ πτον, οὐ μετέλαβε τῆς τοῦ ἔθνους θρασύτητος, ἀλλὰ πραότητι τὸν τρόπον ἐκέρασεν. Ἔστι δὲ καὶ τῶν θείων θερμότατος ἐραστής. ∆ιά τοι τοῦτο καὶ πλείους ἡμῖν συνδιήγαγεν ἡμέρας, ὄνησιν ἐντεῦθέν τινα δρέψασθαι προσδοκήσας. Ἐγὼ δέ, ὡς οἶσθα, θεοφιλέστατε, καὶ παρ' ἑτέρων τὰ τοιαῦτα συλλέγειν ὀκνῶ· τοσοῦτον ἀποδέω τοῦ τοῖς ποθοῦσι μεταδιδόναι. Οὐ σμικρολογία μέντοι, ἀλλ' ἀπορία τοῦτο κωλύει ποιεῖν. Εὐξάσθω τοίνυν ἡ ὁσιότης σου τὴν περὶ ἡμῶν δόξαν ἐμπεδωθῆναι τῇ ἀληθείᾳ· ἵνα μὴ μόνον λέγηταί τι περὶ ἡμῶν ἀξιέπαινον, ἀλλὰ καὶ μαρτυρῆται τοῖς ἔργοις. 21 ΕΥΣΕΒΙΩ ΣΧΟΛΑΣΤΙΚΩ. Οἱ μὲν τὴν μεγίστην ταύτην κατασπείραντες φήμην ᾠήθη σαν ταύτῃ πάντως ἀνιάσειν ἡμᾶς, δυσάγγελον αὐτὴν ἄγαν ὑπειληφότες. Ἡμεῖς δέ, διὰ τὴν θείαν χάριν, καὶ τὴν φήμην ἀσπασίως ἐδεξάμεθα καὶ τὴν πεῖραν ἀσμένως προσμένομεν· καὶ πᾶν ὁτιοῦν ἀλγεινὸν ὑπὲρ τῶν θείων δογμάτων ἐπιφερόμε νον λίαν ἡμῖν ἐστιν ἀξιέραστον. Εἰ γὰρ ἀληθῶς ταῖς ∆εσποτι καῖς ἐπαγγελίαις πιστεύομεν, οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυ φθῆναι εἰς ἡμᾶς . Καὶ τί λέγω τῶν ἐλπιζομένων ἀγαθῶν τὴν ἀπόλαυσιν; Εἰ γὰρ καὶ μηδὲν ὅλως ἆθλον ὑπὲρ εὐσεβείας