1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

11

ἀγωνιζομένοις ἐδίδοτο, ἤρκεσεν ἂν καὶ αὐτὴ καθ' ἑαυτὴν ἡ ἀλήθεια πεῖσαι τοὺς ἑαυτῆς ἐραστὰς σὺν εὐθυμίᾳ πάσῃ τοὺς ὑπὲρ αὐτῆς κινδύνους ἀσπάσασθαι. Καὶ μάρτυς τῶν εἰρημέ νων ὁ θεῖος Ἀπόστολος διαρρήδην βοῶν· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις, ἢ στενοχω ρία, ἢ διωγμός, ἢ λιμός, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; καθὼς γέγραπται, ὅτι Ἕνεκά σου θανα τούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς . Καὶ διδάσκων ὡς οὐκ ἀντίδοσιν προσμένει τινά, ἀλλὰ μόνον τοῦ σεσωκότος ἐρᾷ, ἐπήγαγεν εὐθύς· Ἀλλ' ἐν πᾶσι τούτοις ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς Χριστοῦ . Καὶ προστέθεικεν ἕτερα, δι' ὧν σαφέστερον τὸν οἰκεῖον ἐγύμνωσε πόθον· Πέπεισμαι γάρ , φησίν, ὅτι οὔτε θάνατος, οὔτε ζωή, οὔτε ἄγγελοι, οὔτε δυνά μεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν . Θεώρησον, ὦ φιλότης, τῆς ἀποσ τολικῆς ἀγάπης τὴν φλόγα· βλέπε τοῦ ἔρωτος τὸν πυρσόν. Οὐκ ὀριγνῶμαι, φησί, τῶν αὐτοῦ, ἀλλ' αὐτὸν μόνον ποθῶ· καὶ τοῦτον οὐ δύναμαι κατασβέσαι τὸν ἔρωτα· ἀλλ' ἑλοίμην ἂν ἥδιστα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐκπεσεῖν ἀγα θῶν, καὶ πᾶν ὁτιοῦν ἀλγεινὸν καὶ νῦν παθεῖν, καὶ αὖθις ὑπο μεῖναι, ὥστε ταύτην ἄσβεστον περιφέρειν τὴν φλόγα. Ταῦτα δὲ οὐ μόνον εἶπεν, ἀλλὰ καὶ δέδρακεν ὁ θεῖος οὗτος ἀνὴρ καὶ πανταχοῦ γῆς καὶ θαλάττης μνημεῖα τῶν παθημάτων κατέλιπεν. Εἰς τοῦτον καὶ μέντοι καὶ εἰς τοὺς ἄλλους ἅπαν τας ἀφορῶν, πατριάρχας, προφήτας, ἀποστόλους, μάρτυρας, ἱερέας, θυμήρη λίαν ἡγοῦμαι τὰ νομιζόμενα σκυθρωπά. Αἰσχύ νομαι γάρ, ὁμολογῶ, καὶ τοὺς ταῦτα μὲν ἥκιστα μεμαθηκότας, ὑπὸ δὲ μόνης ποδηγηθέντας τῆς φύσεως, καὶ ἐν τοῖς ἀγῶσι τῆς ἀρετῆς διαπρέψαντας. Καὶ γὰρ Σωκράτης ἐκεῖνος ὁ Σωφρονίσκου, τὴν τῆς συκοφαντίας ὑπομείνας γραφὴν καὶ τῆς τῶν κατηγόρων κατεφρόνει ψευδολογίας καὶ τὴν ἐν τοῖς δεινοῖς εὐψυχίαν ἐδείκνυ βοῶν· Ἄνυτος δὲ καὶ Μέλητος ἀποκτεῖναι μὲν δύνανταί με, βλάψαι δὲ οὐ δύναν ται . Καὶ ὁ Παιανιεὺς δὲ ῥήτωρ, τῇ ῥητορικῇ δεινότητι φιλοσοφίαν ἀναμίξας, καὶ τήνδε τὴν γνώμην καὶ τοῖς τηνι κάδε ἀνθρώποις καὶ τοῖς εἰς ὕστερον ἐσομένοις προσήνεγκεν. Πέρας μὲν γάρ ἐστιν ἅπασιν ἀνθρώποις τοῦ βίου θάνατος, κἂν ἐν οἰκίσκῳ τις αὑτὸν καθείρξας τηρῇ. ∆εῖ μὲν γὰρ τοὺς ἀγαθοὺς ἄνδρας ἐγχειρεῖν μὲν ἅπασιν ἀεὶ τοῖς καλοῖς, τὴν ἀγαθὴν προβαλλομέ νους ἐλπίδα, φέρειν δ' ἃ ἂν ὁ Θεὸς διδῷ γενναίως . Καὶ μέντοι καὶ ὁ τούτου πρεσβύτερος συγγραφεύς, τὸν Ὀλόρον λέγω, πολλὰς μὲν καὶ ἄλλας ἀξιεπαίνους ἔγραψε γνώμας· ἔγραψε δὲ καὶ τήνδε· Φέρειν δὲ χρὴ τά τε δαιμόνια ἀν αγκαίως, τά τε ἀπὸ τῶν πολεμίων ἀνδρείως . Καὶ τί λέγω φιλοσόφους καὶ συγγραφέας καὶ ῥήτορας; Καὶ γὰρ οἱ τὴν μυθολογίαν τῆς ἀληθείας προτετιμηκότες, πολλὰς ταῖς μυθο λογίαις ὀνησιφόρους παραινέσεις ἀνέμιξαν· ὥσπερ ἀμέλει καὶ Ὅμηρος ἐδίδαξεν ἐν τοῖς λόγοις, τὸν τῶν Ἑλλήνων σοφώτατον ἑαυτὸν ἐν ἐκείνοις πρὸς ἀνδρείαν ἀλείφοντα. Λέγει δὲ οὕτως· Στῆθος δὲ πλήξας, κραδίην ἠνίπαπε μύθῳ· τέτλαθι δή, κραδίη· καὶ κύντερον ἄλλο ποτ' ἔτλης . Καὶ ἄλλα δὲ τούτοις προσόμοια καὶ παρὰ ποιητῶν καὶ ῥητόρων καὶ φιλοσόφων ῥᾳδίως ἄν τις συλλέξειεν· ἀλλ' ἡμῖν οἱ θεῖοι λόγοι πρὸς πᾶσαν ὠφέλειαν ἀρκοῦσιν. Καὶ ταῦτα δὲ τέθεικα, δεῖξαι βουληθείς, ὡς ἄγαν αἰσχρὸν τῶν τῆς φύσεως μαθητῶν ἡττηθῆναι τοὺς προφητικῆς καὶ ἀποστολικῆς μετεσχηκότας διδασκαλίας καὶ τῷ σωτηρίῳ πάθει πεπιστευκότας καὶ προσμένοντας σωμάτων ἀνάστασιν καὶ φθορᾶς ἀπαλλαγὴν καὶ χορηγίαν ἀθανασίας καὶ οὐρανῶν βασιλείαν. Καὶ τοὺς ἀθυμοῦντας τοίνυν ἐπὶ τοῖς θρυληθεῖσιν, ὦ φίλη κεφαλή, ψυχαγώγησον, καὶ τοὺς ἐφηδομένους, εἴπερ τις ἄρα ἐστί, δίδαξον ὡς γεγήθαμεν, καὶ γαννύμεθα, καὶ χορεύομεν, καὶ ὡς αὐτὴν τῶν οὐρανῶν τὴν βασιλείαν, τὴν νομιζομένην