1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

13

∆εσπότης, τῶν μὲν ἁμαρτημάτων ἐλάττους πολλῷ, ἱκανὰς δὲ ὅμως ἀνιᾶσαι τοὺς γεωργοῦντας-καὶ ταύτας πρώην διὰ τῶν ὑμετέρων γηπόνων τὴν ὑμετέραν μεγαλοφυΐαν ἐδίδαξα-· οἰκτείρατε, παρακαλῶ, τοὺς τῆς γῆς ἀροτῆρας, τὸν μὲν πόνον εἰσενεγκόντας, ὀλίγον δὲ κομισαμένους καρπόν· καὶ γενέσθω ὑμῖν ἡ δυσετηρία τῆς πνευματικῆς εὐετηρίας ὑπόθεσις· καὶ τὸν ἔλεον τὸν θεῖον διὰ τοῦδε τοῦ ἐλέου τρυγήσατε. Τούτου γὰρ δὴ χάριν καὶ ὁ λαμπρό τατος ∆ιονύσιος πρὸς τὸ ὑμέτερον μέγεθος ἔδραμεν, τὰ πάθη διδάξων, ἵνα τὴν ἴασιν δέξηται· οἷον δέ τινα ἱκετηρίαν τάδε προσφέρει τὰ γράμματα, πλείονος ἀπολαύσεσθαι φιλανθρω πίας διὰ τούτων ἐλπίζων. 24 ΑΝ∆ΡΕΑ ΕΠΙΣΚΟΠΩ ΣΑΜΟΣΑΤΩΝ. Ποθεῖ μὲν, εὖ οἶδα, τὴν ἡμετέραν συνουσίαν ἡ σὴ φιλοθεΐα, τῆς θείας ἀγάπης ὑπάρχουσα τρόφιμος. Ἐγὼ δὲ πλέον ἱμείρο μαι, ὅσῳ καὶ πλείονά μοι προσγίνεσθαι τὴν ἐκ τῆς συνουσίας ὠφέλειαν ἐπίσταμαι. Πέφυκε γάρ πως ἡ ἔνδεια τὴν ἐπιθυμίαν ἐξάπτειν· ἀλλὰ τὸ δοῦναι τὸ ποθούμενον δυνατὸς τῶν ὅλων ὁ Κύριος. Αὐτὸς γὰρ ἰθύνει τὰ σύμπαντα καὶ τὸ συνοίσειν μέλλον ἐπίσταται καὶ τοῦτο πρυτανεύων ἑκάστῳ διατελεῖ. Ἐγὼ δὲ ὅσον εὐφράνθην τοῖς γράμμασιν ἐντυχὼν τῆς σῆς ἁγιότητος, δεῖξαι διὰ λόγων οὐ δύναμαι. Ηὔξησε δέ μοι τὴν θυμηδίαν καὶ ὁ τιμιώτατος καὶ εὐλαβέστατος διάκονος Θαλάσ σιος, ἅπερ μαθεῖν ἐπόθουν διηγησάμενος. Τί γάρ μοι, δέσποτα, τῆς σῆς εὐκληρίας ἐρασμιώτερον; Τί δὲ οὕτω ταύτην μεγάλην ποιεῖ, ὡς τῶν καθ' ἡμᾶς μεγάλων <τὸ μέγιστον> ἡ τοῦ φρονή ματος μετριότης; Ἰατρῷ γὰρ σοφῷ τε καὶ σπουδαίῳ πεποίηκας παραπλήσιον, ὃς οὐκ ἀνέμεινε τὴν κλῆσιν, ἀλλ' αὐτόματος πρὸς τοὺς δεομένους θεραπείας ἀφίκετο. Τοῦτό με πάσης ἐνέπλησεν ἡδονῆς, καὶ τὸ ∆ακρυόεν γελάσασα ἔγνων τῇ πείρᾳ, καὶ τοῦ ποιητοῦ κατέμαθον τὴν διάνοιαν. Παράσχοι δὲ τῶν ἀγαθῶν ὁ φιλότιμος χορηγὸς καὶ τὴν σὴν ὁσιότητα δια πρέπειν ἐν τούτοις, καὶ ἡμᾶς τῶν ἀρίστων ἀνδρῶν ζηλοῦν γοῦν τὰ ἀξιέπαινα. Ἐπάρκεσον τοίνυν, ὦ φίλη κεφαλή, καὶ τὸν δοῦναι δυνάμενον πεῖσον δοῦναι τὴν αἴτησιν. 25 ΕΟΡΤΑΣΤΙΚΗ. Ἡνίκα μὲν ὁ Μονογενὴς Θεὸς ἐνηνθρώπησε καὶ τὴν ἡμε τέραν φύσιν λαβὼν τὴν ἡμετέραν ἐπραγματεύσατο σωτηρίαν, ὁρῶντες οἱ τηνικάδε ἄνθρωποι τῶν εὐεργεσιῶν τὴν πηγὴν οὐκ ἐπετέλεσαν ἑορτήν. Ἐπὶ δὲ τοῦ παρόντος, πᾶσα γῆ καὶ θά λαττα καὶ πόλεις καὶ κῶμαι, καίτοι τὸν εὐεργέτην οὐχ ὁρῶσαι τοῖς αἰσθητοῖς ὀφθαλμοῖς τὴν τῶν εὐεργεσιῶν ἑορτάζουσι μνήμην· καὶ τοσαύτην αἱ πανηγύρεις αὗται πηγάζουσι θυμη δίαν, ὡς πάντοσε διατρέχειν τῆς πνευματικῆς εὐφροσύνης τὰ νάματα. ∆ιὰ γάρ τοι τοῦτο καὶ ἡμεῖς νῦν τὴν σὴν θεοσεβείαν προσφθεγγόμεθα, καὶ τὴν ἐγγενομένην ἡμῖν ἐκ τῶν ἑορτῶν σημαίνοντες εὐθυμίαν, τὰς σὰς ἐπαγγέλλομεν προσευχάς, ἵνα ταύτην εἰς τέλος φυλάξωμεν. 26 ΑΛΛΗ ΕΟΡΤΑΣΤΙΚΗ. ∆ιηνεκῶς μὲν αἱ τῆς ∆εσποτικῆς φιλανθρωπίας πηγαὶ τοῖς πιστεύουσι διαβλύζουσι τἀγαθά· φέρουσι δέ τι πλέον αἱ τῶν μεγίστων εὐεργεσιῶν τὴν μνήμην ἔχουσαι πανηγύρεις τοῖς μετὰ πλείονος ἑορτάζουσι προθυμίας. Ταύτας ἐπὶ τοῦ παρ όντος ἐπιτελέσαντες καὶ τὴν τούτων εὐλογίαν τρυγήσαντες, προσφθεγγόμεθά σου τὴν εὐλάβειαν. Τοῦτο γὰρ καὶ ὁ τῆς ἑορτῆς καὶ ὁ τῆς ἀγάπης παρακελεύεται νόμος.