1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

14

27 ΑΚΥΛΙΝΩ ∆ΙΑΚΟΝΩ ΚΑΙ ΑΡΧΙΜΑΝ∆ΡΙΤΗ. Οὐδεὶς ὀρφανίαν ὀδύρεται τῆς θείας υἱοθεσίας ἠξιώμενος. Τί γὰρ τοῦ ἄνω Πατρὸς ἢ δυνατώτερον ἢ κηδεμονικώτερον; ∆ι' αὐτὸν γὰρ καὶ οἱ κάτω πατέρες, πατέρες. Αὐτοῦ γὰρ βουλομένου, οἱ μὲν φύσει, οἱ δὲ χάριτι πατέρες καθίστανται. Ἐκεῖνον τοίνυν κατέχωμεν καὶ τῶν ἀπελθόντων τὴν μνήμην φυλάξωμεν ἄσβεστον. Ὀνήσει γὰρ ἡμᾶς ἡ τῶν εὖ βεβιωκότων ἀνάμνησις, εἰς τὴν ἐκείνων διεγείρουσα μίμησιν. 28 ΙΑΚΩΒΩ ΠΡΕΣΒΥΤΕΡΩ ΚΑΙ ΜΟΝΑΖΟΝΤΙ. Οἱ τοῖς πόνοις τῆς ἀρετῆς λαμπρύναντες τὴν ἀκμὴν μεθ' ἡδονῆς πρὸς τὸ γῆρας ἐλαύνουσιν· ἐπὶ μὲν ταῖς προτέραις εὐφραινόμενοι νίκαις, τῶν δὲ πλειόνων ἀγώνων διὰ τὸ γῆρας ἀπηλλαγμένοι. Ταύτην ἡγοῦμαι τὴν ἡδονὴν καὶ τὴν σὴν ἔχειν φιλοθεΐαν, καὶ ῥᾷον φέρειν τὸ γῆρας, μεμνημένην τῶν τῆς νεότητος πόνων. 29 ΑΠΕΛΛΙΩΝΙ. Τὰ Καρχηδονίων πάθη τῆς Αἰσχύλου καὶ Σοφοκλέους τραγῳδίας ἐδεῖτο, ἴσως δ' ἂν καὶ τὴν ἐκείνων ἐνίκησε γλῶτταν τὸ μέγεθος τῶν κακῶν. Ἡ γὰρ πάλαι καὶ Ῥωμαίοις δυσάλωτος, μᾶλλον δὲ ἡ τῇ μεγίστῃ Ῥώμῃ πολλάκις περὶ πρωτείων ἐρίσασα καὶ τὸν ἔσχατον αὐτῇ κίνδυνον ἐπιστήσασα, νῦν βαρ βάρων γεγένηται πάρεργον. Οἱ δὲ τὴν πολυθρύλητον αὐτῆς κοσμοῦντες βουλὴν εἰς πᾶσαν ἀλῶνται τὴν οἰκουμένην, ἀφορ μὴν ἔχοντες βίου τῶν φιλοξένων τὰς χεῖρας. Κινοῦσι δὲ τοῖς ὁρῶσι δάκρυα, καὶ διδάσκουσι τῶν ἀνθρωπείων πραγμάτων τὸ σφαλερόν τε καὶ εὐρίπιστον. Πολλοὺς μὲν οὖν καὶ ἄλλους ἐθεασάμην ἐκεῖθεν ἐληλυθότας, καὶ δέος ἐδεξάμην. Οὐ γὰρ οἶδα, κατὰ τὴν Γραφήν, τί τέξεται ἡ ἐπιοῦσα . Ἄγαμαι δὲ οὐχ ἥκιστα τὸν θαυμασιώτατον καὶ μεγαλοπρεπέστατον Κε λεστιακόν· φέρει γὰρ γενναίως τὴν συμφοράν, καὶ τὴν τῆς εὐπραξίας μεταβολὴν ἀφορμὴν ποιεῖται φιλοσοφίας, καὶ τῶν ὅλων τὸν Πρύτανιν ἀνυμνεῖ, καὶ τοῦτο συμφέρον ὑπείληφεν, ὅπερ ἐκεῖνος ἢ γενέσθαι προσέταξεν, ἢ γινόμενον οὐκ ἐκώλυ σεν. Ἄρρητος γὰρ τῆς θείας προμηθείας ὁ λόγος. Τοῦτον μετὰ τῆς ὁμοζύγου καὶ τῶν παίδων περινοστοῦντα Ἀβραμιαίας ἀξιωσάτω φιλοφροσύνης ἡ ὑμετέρα μεγαλοπρέπεια. Τῇ γὰρ ὑμετέρᾳ μεγαλοψυχίᾳ θαρρῶν, ξεναγὸς αὐτῶν γεγένημαι, καὶ τὴν φιλότιμον ὑμῶν ὑποδείκνυμι δεξιάν. 30 ΑΕΡΙΩ ΣΟΦΙΣΤΗ. Ἰδοὺ καιρὸς τὴν ὑμετέραν ἀκαδημίαν δεῖξαι τῶν λόγων τὴν ὠφέλειαν. Ἀκούω γὰρ σύλλογον λαμπρὸν ἀναίρεσθαι πρὸς ὑμᾶς, καὶ τὸ συνέδριον ἐξ ἀνδρῶν εἶναι προγονικῇ περιφανείᾳ σεμνυνομένων, καὶ τὴν γλῶτταν κεκαθαρμένων, καὶ τοὺς λό γους ὑμῖν γίνεσθαι περί τε ἀρετῆς καὶ ἀθανασίας ψυχῆς, καὶ τῶν ἄλλων ὅσα τούτοις συμβαίνει. ∆είξατε τοιγαροῦν ἡμῖν εἰς καιρὸν τῆς ψυχῆς τὴν εὐγένειαν, καὶ τῆς ἀρετῆς τὸν ἀξιόκτητον πλοῦτον, καὶ δέξασθε τὸν θαυμασιώτατον καὶ μεγαλοπρεπέστατον Κελεστιακόν, ὡς τῆς ἀνθρωπείας εὐημε ρίας δεδιδαγμένοι τὰς ἀγχιστρόφους μεταβολάς. Καὶ γὰρ αὐτὸς ἐκόσμει μὲν πάλαι τὴν Καρχηδονίων μητρόπολιν· πολ λοῖς δὲ ξένοις ἀνεπέτασε τὰς θύρας τῆς οἰκίας, τῆς ἑτέρων δὲ φιλανθρωπίας οὐκ ἤλπισεν ἐπιδεήσεσθαι. Γενοῦ τοίνυν αὐτῷ γλῶττα, καὶ συνηγόρησον, ὦ φίλη κεφαλή, τῆς σῆς δεο μένῳ φωνῆς· τῆς γὰρ ποιητικῆς οὐκ ἀνέχεται παραινέσεως, ἣ κελεύει τὸν δεόμενον, καὶ ῥῆμ' ἄν τι διδῷ· καὶ πεῖσον τοῦ συλλόγου τοὺς δυναμένους τὴν Ἀλκινόου ζηλῶσαι φιλοξενίαν, καὶ τὴν ἀδόκητον αὐτῷ προσπεσοῦσαν ἐξελάσαι πενίαν, καὶ τὴν