15
καὶ κοινωνίαν τὴν πρὸς τὸ γεν νητόν. {ΒΑΣ.} Ὢ τῆς ἀναισχύντου καὶ πονηρᾶς βλασφη μίας! Ὢ τοῦ κεκρυμμένου δόλου καὶ τῆς ποικίλης ῥᾳδιουργίας! ὡς ἀκριβῶς ἐξ αὐτῆς τοῦ διαβόλου τῆς μεθοδείας φθέγγεται! Ἀνόμοιον γὰρ βουλόμενος τῷ 29.549 Θεῷ καὶ Πατρὶ τὸν Μονογενῆ Υἱὸν καὶ Θεὸν ἐπιδεῖξαι, τὸ μὲν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ὄνομα σιωπᾷ, ἁπλῶς δὲ περὶ ἀγεννήτου καὶ γεννητοῦ διαλέγεται· καὶ τὰ τῆς σωτηρίου πίστεως ὀνόματα κρύπτων, ψιλὰ πα ραδίδωσι τῆς βλασφημίας τὰ δόγματα· ἵνα, τῆς ἀσε βείας ἐν τοῖς πράγμασι γυμνωθείσης, εἶτα τῆς με ταβάσεως ἐπὶ τὰ πρόσωπα γενομένης, αὐτὸς μὲν μηδὲν δόξῃ δύσφημον εἰρηκέναι, τῇ δὲ τοῦ λόγου ἀκο λουθίᾳ κατεσκευασμένην ἔχῃ τὴν βλασφημίαν. Ἀγέν νητος δὲ ὢν, φησὶν, ἐκφύγοι ἂν πᾶσαν σύγκρισιν καὶ κοινωνίαν τὴν πρὸς τὸ γεννητόν. Οὐκ εἶπεν, ὅτι Πα τὴρ καὶ Υἱός· ἀλλ', Ἀγέννητος καὶ γεννητός. Ἓν μὲν δὴ αὐτοῦ τοῦτο τοιοῦτον κακούργημα ἕτερον δὲ ποῖον, σκοπεῖτε. Ἀγέννητος δὲ ὢν, φησὶν, οὐκ ἄν ποτε πρόσοιτο γέννησιν· καὶ ἐπάγει, ὥστε τῆς ἰδίας μεταδοῦναι τῷ γεννωμένῳ φύσεως. Τὸ, οὐκ ἄν ποτε πρόσοιτο γέννησιν, δύο σημαίνει· ἓν μὲν, ὅτι τῇ ἰδίᾳ αὐτοῦ φύσει οὐκ ἐφαρμόζει γέννησις (ἀδύ νατον γὰρ ὑπὸ γέννησιν ἐλθεῖν τὴν ἀγέννητον φύ σιν)· ἕτερον δὲ, ὅτι γεννῆσαι οὐ καταδέχεται. Οὗτος μὲν οὖν κατὰ τὸ δεύτερον σημαινόμενον ἐχρή σατο τῇ φωνῇ· συναρπάζει δὲ τοὺς πολλοὺς ἐκ τῆς προτέρας ἐννοίας. Ἐπεὶ ὅτι γε τοῦτό ἐστι τὸ κατα σκευαζόμενον, σαφῶς τὸ ἐπιφερόμενον δείκνυσιν. Εἰπὼν γὰρ ὅτι, Οὐκ ἄν ποτε πρόσοιτο γέννησιν, ἐπήγαγεν· ὥστε τῆς ἰδίας μεταδοῦναι τῷ γεννωμένῳ φύσεως. Τῇ γὰρ δευτέρᾳ ἐννοίᾳ τοῦτό ἐστιν ἀκόλουθον· ὅτι οὐ καταδέχεται γενέσθαι Πα τὴρ, ἵνα μὴ μεταδῷ τῆς ἰδίας φύσεως τῷ γεννω μένῳ. Τίς ἂν γένοιτο τῆς ἀσεβείας ταύτης χαλεπω τέρα; τίς ἐλάλησε τοσαύτην ἀδικίαν εἰς τὸ ὕψος ποτέ; Ἐγὼ μὲν γὰρ φοβοῦμαι, μὴ καὶ ἡμεῖς, ἐν τῷ τὰς ἀλλοτρίας ἀναλαμβάνειν βλασφημίας διὰ τοῦ στόματος, μολύνωμεν ἑαυτῶν τὴν διάνοιαν, καὶ τῆς κατακρίσεως αὐτοῖς κοινωνήσωμεν. Παραμυ θεῖται δέ με τὸ ἐν τοῖς Εὐαγγελίοις, ὅτι καὶ τὸ Πνεῦμα τὸ ἅγιον τὴν τῶν Ἰουδαίων εἰς τὸν Κύριον βλασφημίαν ἔγγραφον τοῖς μετὰ ταῦτα παραδοῦναι οὐ παρῃτήσατο, ἐκείνων στηλιτεῦον εἰς ἅπαντα χρό νον τὴν βλασφημίαν, οὐχὶ τῇ ἀχράντῳ δόξῃ τοῦ Μο νογενοῦς προστριβόμενόν τινα βλασφημίαν. Εἰ τοίνυν οὐκ ἄν ποτε πρόσοιτο γέννησιν, ὥστε τῆς ἰδίας μεταδοῦναι τῷ γεννωμένῳ φύσεως, οὐκ ἔστι μὲν Πατὴρ ὁ Θεὸς, οὐκ ἔστι δέ· ἀλλ' ἄμεινον ἡμῖν 29.552 ἀφεῖναι ἀτελὲς τὸ βλάσφημον. Ὁ μὲν γὰρ οὐ προσ ήκατο γέννησιν· ὁ δὲ οὐ μετέλαβε τῆς τοῦ γεννήσαν τος φύσεως. Εἶτα ἐπαγωνίζεται αὐτὸς ἑαυτῷ και νὴν τῆς βλασφημίας τὴν παραμυθίαν ἐπινοῶν. οὐ τῷ εἰπεῖν τι μετανοίας ἐχόμενον, ἀλλὰ τοῖς δευ τέροις φιλονεικῶν ἀποκρῦψαι τὰ φθάσαντα. Τί γὰρ ὑπέμεινε φθέγξασθαι; {ΕΥΝ.} Ἐκφύγοι τε ἂν πᾶσαν σύγκρισιν καὶ κοι νωνίαν τὴν πρὸς τὸ γεννητόν. {ΒΑΣ.} Εἰ δὲ μὴ σύγκρισίς ἐστι τῷ Υἱῷ πρὸς τὸν Πατέρα, μηδὲ κοινωνία πρὸς τὸν γεννήσαντα, ψευ δεῖς μὲν οἱ ἀπόστολοι, ψευδῆ δὲ τὰ Εὐαγγέλια· αὐτή τε ἡ ἀλήθεια, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Ἀλλ' ἐγὼ μὲν πάλιν φρίσσω τὴν βλασφημίαν· παντὶ δὲ συνιδεῖν ῥᾴδιον. Εἰ γὰρ μηδεμίαν σύγκρισιν ἔχει πρὸς τὸν Πατέρα, πῶς ἔλεγε τῷ Φιλίππῳ· Τοσοῦ τον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐχ ἑώρακάς με. Φίλιππε; καὶ, Ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με; Τὸν γὰρ μήτε σύγκρισιν ἐπιδεχόμε νον, μήτε κοινωνίαν τινὰ πρὸς αὐτὸν κεκτημένον, πῶς ἂν ἔδειξεν ἐν ἑαυτῷ ὁ Υἱός; Οὐ γὰρ διὰ τοῦ ἀνομοίου καὶ ἀλλοτρίου καταληπτόν ἐστι τὸ ἀγνοού μενον· ἀλλὰ τῷ οἰκείῳ πέφυκε τὸ οἰκεῖον ἐπιγινώ σκεσθαι. Οὕτως ἐν μὲν τῷ ἀποσφραγίσματι ὁ τοῦ τυπώσαντος χαρακτὴρ καθορᾶται· δι' εἰκόνος δὲ ἡ γνῶσις τοῦ ἀρχετύπου γίνεται, συγκρινόντων ἡμῶν δηλονότι τὴν ἐν ἑκατέρῳ ταὐτότητα. Ὥστε διὰ μιᾶς ταύτης βλασφημίας πάσας ἀθε τεῖσθαι τὰς φωνὰς τὰς παρὰ τοῦ ἁγίου Πνεύματος εἰς τὴν τοῦ Μονογενοῦς δοξολογίαν παραδοθείσας τοῦ μὲν Εὐαγγελίου διδάσκοντος ὅτι, Τοῦτον