1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

17

δηλονότι κατὰ τὸν τῆς οὐσίας λόγον τῆς ἑνότητος νο ουμένης, ὥστε ἀριθμῷ μὲν τὴν διαφορὰν ὑπάρ χειν, καὶ ταῖς ἰδιότησι ταῖς χαρακτηριζούσαις ἑκάτε ρον· ἐν δὲ τῷ λόγῳ τῆς θεότητος τὴν ἑνότητα θεωρεῖ σθαι. ∆ιωρισμένου τοίνυν πῶς χρὴ τὸ κοινὸν τῆς οὐ σίας ἐκδέχεσθαι, τὰ ἐφεξῆς ἐξετάσωμεν, τίνα συν άφειαν ἔχει πρὸς τὰ προάγοντα. Τάξει δὲ, φησὶ, καὶ τοῖς ἐκ χρόνου πρεσβείοις ὁ μὲν ἔστι πρῶτος, ὁ δὲ δεύτερος. Τίς ἡ ἀνάγκη ἐφ' ὧν ἡ οὐσία κοινὴ, τάξει τε ὑποβεβλῆσθαι ταῦτα, καὶ χρόνου εἶναι δεύτε ρα; Οὐ γὰρ δυνατὸν τῇ ἑαυτοῦ εἰκόνι ἀχρό νως ἀπαυγασθείσῃ τὸν Θεὸν τῶν ὅλων μὴ ἐξ ἀϊδίου συνεῖναι, καὶ μὴ χρόνον μόνον, καὶ αἰώνων δὲ πάντων ἐπέκεινα τὴν συνάφειαν ἔχειν. ∆ιὰ τοῦτο γὰρ ἀπαύγασμα εἴρηται, ἵνα τὸ συνημμένον νοήσωμεν, καὶ χαρακτὴρ τῆς ὑποστάσεως, ἵνα τὸ ὁμοούσιον ἐκ μανθάνωμεν. Ἀλλὰ καὶ τάξις ἡ μὲν φυσική τίς ἐστιν, ἡ δὲ κατ' ἐπιτήδευσιν. Φυσικὴ μὲν, ὡς ἡ τῶν κτι 29.557 σμάτων κατὰ τοὺς δημιουργικοὺς λόγους διαταχθεῖ σα, καὶ ὡς ἡ τῶν ἀριθμητῶν θέσις, καὶ ὡς ἡ τῶν αἰτίων πρὸς τὰ αἰτιατὰ σχέσις, ἐκείνου προ διωμολογημένου τοῦ καὶ τῆς φύσεως αὐτῆς ποιητὴν εἶναι καὶ δημιουργὸν τὸν Θεόν· ἐπιτετηδευμένη δὲ καὶ τεχνικὴ, ὡς ἡ ἐν τοῖς κατασκευάσμασι, καὶ μα θήμασι, καὶ ἀξιώμασι, καὶ ἀριθμῷ, καὶ τοῖς τοιού τοις. Τούτων τοίνυν τὸ πρότερον ἀποκρυψάμενος οὗ τος, τοῦ δευτέρου εἴδους τῆς τάξεως ἐπεμνήσθη, καί φησι, μὴ χρῆναι λέγειν ἐπὶ Θεοῦ τάξιν, ἐπείπερ ἡ τάξις δευτέρα ἐστὶ τοῦ τάττοντος. Ἐκεῖνο δὲ ἢ οὐ συνεῖδεν, ἢ ἑκὼν ἀπεκρύψατο, ὅτι ἔστι τι τάξεως εἶδος, οὐκ ἐκ τῆς παρ' ἡμῶν θέσεως συνιστάμενον, ἀλλ' αὐτῇ τῇ κατὰ φύσιν ἀκολουθίᾳ συμβαῖνον, ὡς τῷ πυρὶ πρὸς τὸ φῶς ἐστι τὸ ἐξ αὐτοῦ. Ἐν τούτοις γὰρ πρότερον τὸ αἴτιον λέγομεν, δεύτερον δὲ τὸ ἐξ αὐ τοῦ· οὐ διαστήματι χωρίζοντες ἀπ' ἀλλήλων ταῦτα, ἀλλὰ τῷ λογισμῷ τοῦ αἰτιατοῦ προεπινοοῦν τες τὸ αἴτιον. Πῶς οὖν εὔλογον ἀρνεῖσθαι τὴν τάξιν, ἐφ' ὧν ἐστι πρότερον καὶ δεύτερον, οὐ κατὰ τὴν ἡμε τέραν θέσιν, ἀλλ' ἐκ τῆς κατὰ φύσιν αὐτοῖς ἐνυπαρ χούσης ἀκολουθίας; Τίνος οὖν ἕνεκεν ἀθετεῖ τὴν τά ξιν ἐπὶ Θεοῦ λαμβάνεσθαι; Ἡγεῖται, εἰ ἐπιδείξειε μηδαμῶς ἄλλως τὸ πρότερον ἐπὶ Θεοῦ νοεῖσθαι, λειπόμενον ἕξειν, κατ' αὐτὴν τὴν οὐσίαν τὴν ὑπερ οχὴν ἐπιδείκνυσθαι. Ἡμεῖς δὲ, κατὰ μὲν τὴν τῶν αἰτίων πρὸς τὰ ἐξ αὐτῶν σχέσιν, προτε τάχθαι τοῦ Υἱοῦ τὸν Πατέρα φαμέν· κατὰ δὲ τὴν τῆς φύσεως διαφορὰν, οὐκέτι, οὐδὲ κατὰ τὴν τοῦ χρό νου ὑπεροχήν· ἢ οὕτω γε καὶ αὐτὸ, τὸ Πα τέρα εἶναι τὸν Θεὸν, ἀθετήσομεν, τῆς κατὰ τὴν οὐσίαν ἀλλοτριότητος τὴν φυσικὴν συνάφειαν ἀθε τούσης. Ἐπεὶ μέντοι ἀφορίσασθαι ἡμῖν τοῦ χρόνου τὴν φύσιν ὁ σοφὸς τὰ πάντα προήχθη, καὶ ἐνταῦθα αὐτοῦ τὸ βέβαιον καὶ περιεσκεμμένον τῆς διανοίας ἴδωμεν. Χρόνον τοίνυν εἶναί φησι ποιάν τινα κίνησιν ἀστέρων· ἡλίου δηλονότι καὶ σελήνης καὶ τῶν λοι πῶν, ὅσοις καθ' ἑαυτὰ κινεῖσθαι δύναμίς ἐστι. Τὸ τοίνυν ἀπὸ γενέσεως οὐρανοῦ καὶ γῆς μέχρι τῆς 29.560 ποιήσεως τῶν ἀστέρων διάστημα τί ποτε ἄρα εἶναι ὁ δεινὸς τὰ μετέωρα οὗτος ἀποφανεῖται; Σαφῶς γὰρ ὁ τὴν κοσμογονίαν τῇ δυνάμει τοῦ Πνεύματος ἀνα γράψας τῇ τετάρτῃ ἡμέρᾳ τοὺς μεγάλους φωστῆρας καὶ τοὺς λοιποὺς ἀστέρας γεγενῆσθαί φησι. Χρό νος οὖν οὐκ ἦν, ὡς ἕοικεν, ἐν ταῖς κατόπιν ἡμέ ραις· οὐ γὰρ ἐκινοῦντό πω οἱ ἀστέρες. Πῶς γὰρ, οἵ γε μηδ' ἐγεγόνεισαν τὴν ἀρχήν· Καὶ πάλιν, ὅτε ἐπολέμει τοῖς Γαβαωνίταις ὁ τοῦ Ναυῆ Ἰη σοῦς, ἐπειδὴ ἀκίνητος ὁ ἥλιος ἔμεινε τῷ προσ τάγματι πεδηθεὶς, καὶ ἡ σελήνη κατὰ χώραν εἱστή κει, χρόνος οὐκ ἦν τηνικαῦτα; Τί ἐκεῖνο οὖν τὸ διάστημα τῆς ἡμέρας εἴπωμεν; τίνα προσηγορίαν ἐπινοήσεις; Εἰ γὰρ ἡ τοῦ χρόνου φύσις ἐπιλε λοίπει, αἰὼν ἀντεισῆλθε δηλονότι. Αἰῶνα δὲ μικρὸν ἡμέρας μέρος προσαγορεύειν τίνα τῆς ἀνοίας ὑπερ βολὴν ἀπολείπει; Ἀλλ' ἔοικεν ἐκ πολλῆς ἀγχινοίας ἡμέραν μὲν καὶ νύκτα ἐν τῇ ποιᾷ τῶν ἀστέρων κινή σει νομίζειν γίνεσθαι, ταῦτα δὲ εἶναι τοῦ χρόνου μέρη· ὅθεν τὸν χρόνον ποιάν τινα κίνησιν ἀστέρων ἀπεφήνατο, οὐδὲ αὐτὸ τοῦτο συνεὶς ὅ τι λέγει.