17
τῆς γνώμης, καὶ ὡς τὴν ἔνδειαν ἡ φιλοτι μία νικᾷ. ∆ιά τοι τοῦτο συνίστημί σου τῇ ὁσιότητι τὸν θαυμα σιώτατον καὶ μεγαλοπρεπέστατον Κελεστιακόν, πολλῶν μὲν χρημάτων καὶ κτημάτων πάλαι δεσπότην γεγενημένον, μετὰ μόνης δὲ τῆς ἐλευθερίας τῶν βαρβάρων τὰς χεῖρας διαφυ γόντα, καὶ πρόσοδον εἰς ἀφορμὴν βίου νῦν ἔχοντα τῶν κατὰ τὴν σὴν φιλοθεΐαν τὴν εὐσπλαγχνίαν. Ἔχει δὲ καὶ φροντίδων ἐσμόν· σύνεστι γὰρ αὐτῷ καὶ ἡ τοῦ βίου κοινωνός, καὶ τὰ παι δία, καὶ θεράποντες, οὐ διὰ χρείαν μόνην, ἀλλὰ καὶ διὰ φιλαν θρωπίαν συνόντες· οὐχ ἡγεῖται γὰρ ὅσιον ἀπολῦσαι τοὺς οὐκ ἀνασχομένους καταλιπεῖν. Τοῦτον καὶ τοῖς εὐποροῦσι τῶν πολιτῶν γνώριμον γενέσθαι διὰ τῆς σῆς φιλοθεΐας παρακαλῶ· οἶμαι γάρ, ὡς καὶ παρὰ τῆς σῆς ὁσιότητος διδασκόμενοι, καὶ τὴν τῆς εὐπραξίας ὁρῶντες μεταβολήν, τὴν σήν, δέσποτα, μεγαλοψυχίαν μιμήσονται, καὶ τῆς δυνατῆς αὐτὸν ἀξιώσουσι θεραπείας, τῆς φύσεως τὸ κοινὸν λογισάμενοι. 37 ΣΑΛΟΥΣΤΙΩ ΑΡΧΟΝΤΙ. Ὅταν οἱ ἄρχειν λαχόντες ἀκλινῶς κατέχωσι τὴν τῆς δίκης τρυτάνην καὶ ἴσως τὴν ἀρτάνην ἀνέλκωσι, παντοδαπῶν ἀγα θῶν τοῖς ἀρχομένοις προξενοῦσι φοράν. Ἂν δὲ δὴ καὶ σύνεσις ἀποχρῶσα προσῇ, καὶ φιλανθρωπίας τῷ ταύτης δεομένῳ προστίθηται ψῆφος, πολλαπλάσια τοῖς ὑπηκόοις ἐκ τῶν ἀρχείων ἀναβλυστάνει καλά. Τούτων διὰ τῆς σῆς λαμπρότητος ἀπολαύσαντες Εὐφρατήσιοι, καὶ τὴν πεῖραν διδάσκαλον ἔχοντες τῶν τῆς προτέρας ἀρχῆς ἀγαθῶν, ἐχόρευσαν ἐπὶ τοῦ παρόντος τὴν σὴν μεμαθηκότες μεγαλοπρέπειαν ἐγχειρισθῆναι τῆς ἀρχῆς τὰ πηδάλια. Ἐγὼ δὲ μειζόνων αὐτοὺς εὔχομαι τυχεῖν ἀγαθῶν, καὶ τὴν σὴν λαμπρότητα πλείονος εὐκλείας μεταλαχεῖν· προστεθῆναι δὲ τοῖς ἄλλοις καλοῖς καὶ τὸν κολο φῶνα τῶν ἀγαθῶν τὴν εὐσέβειαν, ἵνα μὴ χωλεύῃ τῶν ἐγκωμια ζόντων ὁ ἔπαινος. Ἤλπισα δὲ καὶ συντεύξεσθαί σου τῇ μεγαλοπρεπείᾳ, ἡνίκα πλείους ἐν Ἱεραπόλει διαγαγεῖν ἠναγ κάσθην ἡμέρας· καὶ τῶν ἀφικνουμένων διηνεκῶς ἐπυνθανόμην, εἰ ἐκομίσθη σου τῇ θαυμασιότητι τὰ σύμβολα τῆς ἀρχῆς. Ἐπειδὴ δὲ ἡ θεία καὶ σωτήριος κατήπειξεν ἑορτή, τὴν ἐγχει ρισθεῖσαν ἡμῖν κατελάβομεν πόλιν. Νῦν δὲ τὰ τῆς σῆς μεγα λοπρεπείας δεξάμενοι γράμματα, καὶ λίαν ἡσθέντες, καὶ τὸ τῆς προσρήσεως ἐκτίνομεν χρέος, καὶ τὸν τιμιώτατον καὶ εὐλαβέστατον διάκονον, σὺν Θεῷ φάναι, τὸν ὑδροσκόπον ὡς ἐκέλευσας ἀπεστείλαμεν παραυτίκα. Παράσχοι δὲ ὁ φιλάν θρωπος ∆εσπότης πορίσαι αὐτὸν καὶ τῇ πόλει χρείαν καὶ τῇ λαμπρότητί σου πρόφασιν εὐδοξίας. 38 ΕΟΡΤΑΣΤΙΚΗ. Ἡ μὲν θεία καὶ σωτήριος ἑορτὴ τῶν θεοσδότων ἡμῖν ἀγαθῶν προσενήνοχε τὰς πηγάς, τοῦ σταυροῦ τὴν εὐλογίαν, τὴν ἀθα νασίαν, τὴν ἐκ τοῦ ∆εσποτικοῦ θανάτου βλαστήσασαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ τὴν ἀνάστασιν, ἣ τὴν κοινὴν ἀνάστασιν ἐπαγγέλλεται. Ταῦτα ἡ ἑορτὴ προσφέρουσα, καὶ τῆς θείας χάριτος τὴν φιλοτιμίαν ἐπιδεικνῦσα, τὴν πνευματικὴν εὐφρο σύνην ἐπραγματεύετο. Τῶν δὲ συμφορῶν τὸ μέγεθος καὶ τὸ πλῆθος πάντοθεν ἡμᾶς περιστοιχίζον, τῆς ἑορτῆς τὴν θυμη δίαν ἠμαύρωσε, καὶ οἰμωγὰς καὶ θρήνους ταῖς ὑμνῳδίαις ἀνέμιξε. Τοιαῦτα γὰρ τὰ τῆς ἁμαρτίας κυήματα. Αὕτη γὰρ ὀδύνης τὸν βίον ἡμῶν ἐνέπλησε. ∆ιὰ ταύτην ἐρασμιώτερος ἡμῖν ὁ θάνατος τῆς ζωῆς· διὰ ταύτην καὶ τὸν μέλλοντα πεφρί καμεν βίον, τὸ ἀδέκαστον ἐκεῖνο κριτήριον φανταζόμενοι. Εὐξάσθω τοίνυν ἡ θεοσέβειά σου, τῆς θείας ἡμᾶς φιλανθρω πίας τυχεῖν, καὶ τὸ στυγνὸν τοῦτο καὶ φοβερὸν διαλυθῆναι νέφος,