1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

18

καὶ αἰθρίας ἡμᾶς ὡς τάχιστα καθαρᾶς ἀπολαῦσαι. 39 ΑΛΛΗ ΕΟΡΤΑΣΤΙΚΗ. Ἐβουλόμην τὰ θυμήρη γράφειν, καὶ τῆς ἑορτῆς ᾄδειν τὴν πνευματικὴν εὐφροσύνην· ἀλλ' οὐκ ἐᾷ τῶν ἁμαρτημάτων τὸ πλῆθος, τὰς θεηλάτους ἡμῖν τιμωρίας ἐπάγον. Τίς γὰρ τοσαύ την ἀναλγησίαν νοσεῖ, ὡς μὴ λαβεῖν αἴσθησιν τῆς θείας ὀργῆς; Εὐξάσθω τοίνυν ἡ εὐλάβειά σου τὰ πράγματα μεταβο λῆς τυχεῖν ἀγαθῆς, ἵνα καὶ ἡμεῖς μεταβάλωμεν τῶν γραμμάτων τὸν χαρακτῆρα, καὶ ἀντὶ θρήνων ἐπιστέλλωμεν τὰ θυμήρη. 40 ΘΕΟ∆ΩΡΩ ΤΟΠΟΤΗΡΗΤΗ. Ὁ μὲν τῆς ἑορτῆς νόμος ἑορταστικὴν παρεγγυᾷ γράφειν ἐπιστολήν, τὸ δὲ τῶν συμφορῶν νέφος οὐκ εἴασεν ἡμᾶς συνή θως τρυγῆσαι τὴν εὐφροσύνην τῆς ἑορτῆς. Τίς γὰρ οὕτω λίθινος, ὡς θυμουμένου τοῦ ∆εσπότου καὶ χαλεπαίνοντος μὴ ἀσχάλλειν καὶ δεδιέναι, καὶ τὴν μνήμην τῶν πεπλημμελημένων ἀνακινεῖν, καὶ τὴν δικαίαν προσδέχεσθαι ψῆφον; Ταῦτα τῆς πανηγύρεως ἡμῖν τὴν θυμηδίαν ἠμαύρωσε. Πιστεύομεν δέ, ὡς φιλάνθρωπος ὢν ὁ ∆εσπότης οὐκ ἐμπεδώσει τοῖς ἔργοις τὴν ἀπειλήν, ἀλλὰ νεύσει καὶ διαλύσει τὰ σκυθρωπά, καὶ ἀνοίξει τὰς τοῦ ἐλέου πηγάς, καὶ τὴν συνήθη δείξει μακροθυμίαν. Τὸ δὲ ὑμέτερον ἐγὼ προσφθεγγόμενος μέγεθος, μηνυθῆναί μοι τὴν τριπόθητον ὑμῶν ὑγείαν παρακαλῶ. 41 ΚΛΑΥ∆ΙΑΝΩ. Ἡ μὲν θεία πανήγυρις τὰς πνευματικὰς ἡμῖν συνήθως προσενήνοχε δωρέας· οἱ δὲ πικροὶ τῆς ἁμαρτίας καρποὶ τού των ἀπολαῦσαι μετ' εὐφροσύνης οὐκ εἴασαν. Τοιαῦτα γὰρ τὰ ἐκείνων βλαστήματα· καὶ ἐξ ἀρχῆς μὲν ἀκάνθας καὶ τριβό λους καὶ ἱδρῶτας καὶ πόνους καὶ λύπας ἐβλάστησεν· ἐπὶ δὲ τοῦ παρόντος, καὶ τὴν γῆν κλονεῖ καθ' ἡμῶν, καὶ τὰ φῦλα τῶν βαρβάρων πάντοθεν ἡμῖν ἐπέστησεν. Ἡμεῖς δὲ θρηνοῦμεν, ὅτι τὸν ἀγαθὸν ∆εσπότην εὐεργετεῖν βουλόμενον τἀναντία ποιεῖν βιαζόμεθα, καὶ τιμωρίας ἐπάγειν καταναγκάζομεν. Ψυχαγω γούμεθα δὲ ὅμως, τοῦ ἐλέου τὴν ἄβυσσον λογιζόμενοι· καὶ πιστεύομεν ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὑτοῦ καὶ τὴν κληρονομίαν αὑτοῦ οὐκ ἐγκαταλείψει. Τὴν δὲ σὴν μεγαλοπρέ πειαν προσφθεγγόμενος, παρακαλῶ μηνῦσαί μοι τὴν ἀξιέ ραστον σαυτοῦ ὑγείαν. 42 ΚΩΝΣΤΑΝΤΙΝΩ ΕΠΑΡΧΩ. Εἰ μὲν μηδεμιᾶς βιαζομένης ἀνάγκης γράμμασιν ἐχρησάμην πρὸς τὸ ὑμέτερον μέγεθος, αὐθαδείας ἂν τυχὸν ὤφλησα δίκην, μήτε ἐμαυτὸν μετρήσας, καὶ τῆς ὑμετέρας ἐξουσίας ἀγνοήσας τὸ μέγεθος. Ἐπειδὴ δὲ κινδυνεύει τῆς θεόθεν ἐγχειρισθείσης μοι πόλεώς τε καὶ χώρας ἄρδην ἀπολέσθαι τὰ λείψανα, συκο φαντίας κατὰ τῆς γεγενημένης ἐποψίας παρά τινων τολμη θείσης, συγγνώσεται, εὖ οἶδα, τῇ τόλμῃ τῶν γραμμάτων ἡ ὑμετέρα μεγαλοπρέπεια, τοῦ τε πράγματος τὴν χρείαν, καὶ τοῦ γράφοντος τὸν σκοπὸν ἐξετάζουσα. Στένω δὲ καὶ ὀδύρομαι γράφειν κατὰ ἀνδρὸς βιαζόμενος, οὗ συσκιάζειν ἔδει τὰ πλημμελήματα διὰ τὴν τῆς ἱερωσύνης προσηγορίαν. Γράφω δὲ ὅμως, τῶν ἀδικουμένων ὑπ' αὐτοῦ πενήτων ὑπερμαχῶν. Οὗτος γάρ, πολλοῖς μὲν παρανομήμασιν ὑπεύθυνος γεγονώς, εἱρχθεὶς δὲ τῆς κοινωνίας, ὡς μηδέπω τῆς ἁγίας συγκληθείσης συνόδου, δείσας δὲ τοῦ ἀρχιερατικοῦ συνεδρίου τὴν ψῆφον, ἀπέδρα μὲν ἐντεῦθεν, τοὺς