1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

20

τὸ ἓν ἀντὶ τοῦ ἴσου καὶ ταὐτοῦ κατὰ δύναμιν παραλαμβάνων. Ἀλλὰ μὴν εἴ γε καὶ ὁ θρόνος ὁ τοῦ Θεοῦ, ὥσπερ οὖν ἡμεῖς πεπιστεύκαμεν, ἀξιώματός ἐστιν ὄνομα, ἡ ἐκ δεξιῶν τοῦ Πατρὸς ἀφωρισμένη τῷ Υἱῷ καθέδρα τί ποτε ἕτερον, καὶ οὐχὶ τὸ ὁμότιμον τῆς ἀξίας ἀποση μαίνει; Ἀλλὰ καὶ ἥξειν ὁ Κύριος ἐπαγγέλλεται ἐν τῇ δόξῃ τοῦ Πατρός. Λείπεται τοίνυν κατὰ τὸν τῆς αἰτίας λόγον ἐνταῦθα τὸ μεῖζον λέγεσθαι. Ἐπειδὴ γὰρ ἀπὸ τοῦ Πατρὸς ἡ ἀρχὴ τῷ Υἱῷ, κατὰ τοῦτο μείζων ὁ Πατὴρ, ὡς αἴτιος καὶ ἀρχή. ∆ιὸ καὶ ὁ Κύ ριος οὕτως εἶπεν· Ὁ Πατήρ μου μείζων μου ἐστὶ, καθὸ Πατὴρ δηλονότι. Τὸ δὲ, Πατὴρ, τί ἄλλο ση μαίνει ἢ οὐχὶ τὸ αἰτία εἶναι καὶ ἀρχὴ τοῦ ἐξ αὐτοῦ γεννηθέντος; Ὅλως δὲ οὐσία οὐσίας, καὶ κατὰ τὴν ὑμετέραν σοφίαν, μείζων καὶ ἐλάττων οὐ λέ γεται. Ὥστε καὶ κατὰ τούτους, καὶ κατ' αὐτὴν τὴν ἀλήθειαν, οὐδενὶ ἂν τρόπῳ τὴν κατ' οὐσίαν ὑπερ οχὴν ὁ προκείμενος λόγος τοῦ μείζονος ἐμφαίνοι. Ἀλλὰ μὴν οὐδὲ κατ' ὄγκον φαίη ἂν αὐτὸς οὗτος μείζονα τὸν Θεὸν Πατέρα· ὅ γε ἀποφηνάμενος μὴ χρῆναι περὶ τὸν Θεὸν ὑπονοεῖν πηλικότητα. Ὑπό λοιπος οὖν ἐστιν ὁ παρ' ἡμῶν λεχθεὶς τοῦ μείζονος τρόπος, ὁ τῆς ἀρχῆς, λέγω, καὶ τῆς αἰτίας. Ἡ μὲν οὖν κατὰ τὸ μεῖζον ἐπιχείρησις αὐτοῦ τῆς βλασφημίας τοιαύτη. Ἐκεῖνο δὲ θαυμάσαι ἄξιον, ὅτι οὕτως ἐν βρα χεῖ πρὸς τοὺς ἐναντιωτάτους λόγους περιτρεπόμε νος, καθάπερ ἀορασίᾳ τινὶ τοὺς τῆς ψυχῆς ὀφθαλ μοὺς πεπληγμένος, συνιδεῖν τὴν ἐν τοῖς λε χθεῖσι μάχην οὐκ ἐδυνήθη· ἵνα φανῇ τοσοῦτον ξένος ὢν τῆς τοῦ Θεοῦ εἰρήνης, ἣν ὁ Κύριος ἡμῶν τοῖς γνησίως καὶ ἀδόλως εἰς αὐτὸν πεπιστευκόσιν ἀφ ῆκεν, εἰπών· Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· ὥστε οὐχὶ τοῖς ἄλλοις μόνον, 29.569 ἀλλὰ καὶ αὐτὸς ἑαυτῷ διαμάχεται. Μείζονα γὰρ εἰ πὼν τὸν Θεὸν καὶ Πατέρα τοῦ Μονογενοῦς Υἱοῦ, καὶ τοῖς τὸ ἴσον λέγουσι μανίαν ἐπικαλέσας, ὡς αὐτὸς ἀναντιῤῥήτους ἔχων τούτου τὰς ἀποδείξεις, μικρὸν ὑποβὰς σκέψασθε οἷα γράφει. {ΕΥΝ.} Ἀλλ' ὅτι μὲν εἷς ὁ τῶν ὅλων Θεὸς ἀγέν νητος καὶ ἀσύγκριτος, πλειόνων ὄντων τῶν παρα λελειμμένων, ἀποχρῆν, ἡγοῦμαι, καὶ τὰ ῥηθέντα πρὸς ἀπόδειξιν. {ΒΑΣ.} Ἐρωτάσθω τοίνυν, εἰ ἀσύγκριτος ὁ Θεὸς, πόθεν αὐτοῦ ἡ ὑπεροχὴ κατελήφθη; Τὸ γὰρ μεῖζον ἐκ τῆς πρὸς τὰ ὑπερεχόμενα παραθέσεως θεωρεῖ ται. Πῶς οὖν ὁ αὐτὸς καὶ μείζων ἐστὶ καὶ ἀπαρά θετος; Ἀλλ' ἵνα μὲν παρηλλαγμένην τοῦ Θεοῦ τὴν οὐσίαν πρὸς τὴν τοῦ Μονογενοῦς ἐπιδείξῃ, συγκρι τικῶς λεγόμενον τὸ μεῖζον εἰς τὴν τῆς οὐσίας δια φορὰν ἐξεδέξατο· ἵνα δὲ πάλιν εἰς τὸ ὁμότιμον τῇ κτίσει τὸν Μονογενῆ καταγάγῃ, ἀσύγκριτον εἶναι τὸν Πατέρα νομοθετεῖ· καινήν τινα καὶ ἀσύγκριτον ὄντως τὴν ὁδὸν τῆς βλασφημίας ἐπινοῶν· ἐν προσ ποιήσει δὴ τοῦ ὑψοῦν καὶ ἐξαίρειν τὸν Θεὸν καὶ Πατέρα, τοῦ Μονογενοῦς Υἱοῦ καὶ Θεοῦ τὴν δόξαν κατασμικρύνων· τοῦ Κυρίου διαμαρτυρουμένου καὶ λέγοντος· Ὁ μὴ τιμῶν τὸν Υἱὸν, οὐ τιμᾷ τὸν Πατέρα· καί· Ὁ ἀθετῶν ἐμὲ οὐκ ἐμὲ ἀθετεῖ· ἀλλὰ τὸν πέμψαντά με. Ἀλλ' ὁ ἐχθρὸς τῆς ἀλη θείας, ὁ ἐνεργῶν τὰ τοιαῦτα λέγειν καὶ γράφειν αὐτοῖς, εἶδεν ἐκεῖνο, ὅτι, εἰ πρὸς τὴν σύνεσιν αὐτοὺς τῆς τοῦ Μονογενοῦς δόξης ἀποτυφλώσειε, καὶ τὴν αὐτοῦ τοῦ Θεοῦ καὶ Πατρὸς γνῶσιν συναφαιρή σεται· ὥστε, εἰ καὶ δοκοῦσιν ὑπερβολάς τινας νέ μειν τῷ Θεῷ καὶ Πατρὶ, μηδὲν αὐτοῖς ὄφελος εἶναι τῆς πρὸς αὐτὸν ἀγούσης ὁδοῦ τὴν γνῶσιν ἀφῃρη μένοις. Ἐπειδὴ καὶ Ἰουδαῖοι δοξάζειν τὸν Θεὸν οἴονται, καὶ Ἑλλήνων τις ἀκούσεται βουλομένων τι μέγα περὶ Θεοῦ λέγειν· ἀλλ' ὅμως οὐκ ἄν τις εἴποι μεγαλύνειν αὐτοὺς τὸν Θεὸν ἄνευ τῆς εἰς Χρι στὸν πίστεως, δι' οὗ ἡ προσαγωγὴ τῆς γνώσεώς ἐστιν. Ἀσύγκριτον οὖν τὸν Θεὸν λέγει, ἵνα δείξῃ Υἱὸν ἴσον ὄντα τῇ κτίσει, ἐν τῷ ὁμοίως τῆς δόξης τοῦ Πατρὸς ἀπολείπεσθαι· διότι τὰ ἴσῳ μέτρῳ ὑπερεχόμενα ἴσα ἀλλήλοις ἀναγκαίως ἐστί. Τοσοῦ τον δὲ ὑπερέχεται κατὰ τὸν τούτου λόγον ὑπὸ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Μονογενὴς Υἱὸς, ὅσον καὶ τῶν ἄλλων ἕκαστον. Τοιοῦτον γάρ ἐστι τὸ ἀσύγκριτον, ὃ πᾶσιν ὁμοίως ἐστὶν ἀπροσπέλαστον καὶ ἀνέφικτον. Εἰ δὲ ἴσον τοῖς ἄλλοις τοῦ Πατρὸς ἀπολείπε ται,