1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

20

κατηγορίας, ἀποδρὰς τὴν βασιλεύουσαν κατέλαβε πόλιν, καὶ δηλάτωρος ἔργον ἀναδεξάμενος, πολεμεῖ μὲν χώραν, ἣν ὀνομάζει μητέρα, πολεμεῖ δὲ μυριάσι πενήτων, καὶ διὰ τὴν πρὸς ἕνα δυσμένειαν τὴν γλῶτταν κατὰ πάντων ἠκό νησεν. Ὁποῖος μὲν οὖν ἐκεῖνος καὶ τίσιν ἐπιτηδεύμασιν ἐν τεθραμμένος, ἐγὼ μὲν οὐκ ἐρῶ, τὰ ἐμαυτῷ πρέποντα λογιζό μενος· τεκμηριοῖ δὲ σαφῶς τὸ νῦν ἐγχειρηθὲν παρ' αὐτοῦ. Περὶ δὲ τῆς χώρας τοσοῦτόν φημι· ὅτι τῆς ἐπαρχίας πάσης κουφισμὸν δεξαμένης, οὐδέποτε αὕτη φιλανθρωπίας ἀπέ λαυσε, καίτοι βαρύτατον φορτίον ἐπικείμενον ἔχουσα. Ὅθεν πολλὰ μὲν τῶν κτημάτων ἐστέρηται γεωργῶν, πολλὰ δὲ καὶ τῶν κεκτημένων ἔρημα γεγένηται παντελῶς· ἀπαιτοῦνται δὲ ὑπὲρ τούτων οἱ τρισάθλιοι πολιτευόμενοι, φέρειν δὲ τὴν εἴσπραξιν οὐ δυνάμενοι οἱ μὲν προσαιτοῦσιν, οἱ δὲ δραπε τεύουσι. Περιέστη δὲ εἰς ἕνα τὸ τῆς πόλεως σχῆμα· ὃς οὐκ ἀνθέξει, μὴ τῆς ἰάσεως παρὰ τῆς ὑμετέρας εὐσεβείας ἐπιτε θείσης. Ἐλπίζω δὲ ὅτι ἡ ὑμετέρα γαληνότης θεραπεύσει τὰ τῆς πόλεως τραύματα, καὶ ταῖς ἄλλαις δικαιοπραγίαις ἐπιθή σει καὶ ταύτην. 44 ΣΕΝΑΤΩΡΙ ΠΑΤΡΙΚΙΩ. Χάρις τῷ Σωτῆρι τῶν ὅλων, ὅτι τῷ ὑμετέρῳ μεγέθει ἀεὶ προστίθησι τὰς τῶν ἀξιωμάτων τιμάς. Ἐγὼ δὲ μέχρι τοῦ παρόντος οὐ γέγραφα καὶ τὴν ἐπὶ τῷ κολοφῶνι τοῦ γέρως ἐγγενομένην μοι θυμηδίαν εὐθὺς οὐ δεδήλωκα, ἐνοχλεῖν οὐ βουλόμενος τὴν ὑμετέραν μεγαλοπρέπειαν. Καὶ νῦν δὲ τοῦτο ποιῶ, τῆς θεόθεν ἐγχειρισθείσης μοι χώρας ἐπὶ ξυροῦ ἀκμῆς, τὸ δὴ λεγόμενον, ἑστηκυίας. Τῆς γὰρ ἐποψίας κατ' ἐκεῖνον τὸν καιρὸν γενομένης, καθ' ὃν τῆς ὑμετέρας τὸ πρῶτον ἐπι δημίας ἀπελαύσαμεν, καὶ μόλις κρατυνθείσης ἐπὶ τοῦ μεγα λοπρεπεστάτου ὑπάρχου τοῦ κυρίου Φλωρεντίου βεβαιωθείσης δὲ καὶ νῦν ὑπὸ τοῦ τὰς αὐτὰς κατέχοντος ἡνίας, ἀνήρ τις, ἐπισκόπου μὲν ὄνομα περιφέρων, ἀλλότρια δὲ καὶ τῶν ἐπὶ τῆς σκηνῆς ἐπιτηδεύων, φυγὼν τὸ τῶν ἀρχιερέων συνέδριον, καὶ ταῦτα τῶν τῆς ἀκοινωνησίας ἐπικειμένων αὐτῷ δεσμῶν, συκο φαντεῖν πειρᾶται καὶ διαβάλλειν τὴν γενομένην ἐποψίαν, τῇ περὶ τὸν περίβλεπτον Φίλιππον ἀπεχθείᾳ τὴν ἀλήθειαν βάλ λων. ∆ιὸ τὴν ὑμετέραν μεγαλοφυΐαν ἀντιβολῶ, τὰς μὲν ἐκείνου ψευδηγορίας ἀποφῆναι ματαίας, τὴν δὲ γεγενημένην ἐποψίαν ἐνδίκως βεβαιωθεῖσαν ἀσάλευτον διαμεῖναι. Πρέπει γὰρ ὑμῶν τῷ μεγέθει, καὶ ταύτην μετὰ τῶν ἄλλων τὴν δικαιοπραγίαν καρπώσασθαι, καὶ τὰς παρὰ τῶν εὐεργετουμένων εὐλογίας τρυγῆσαι, καὶ θεραπεῦσαι μὲν τὸν τῶν ὅλων Θεόν, θεραπεῦσαι δὲ τὸν γνήσιον αὐτοῦ δοῦλον, τὸν ἁγιώτατον ἄνθρωπον τοῦ Θεοῦ, τὸν κύριον Ἰάκωβον, ὃς τήνδε προσφέρει σὺν ἐμοὶ τὴν παράκλησιν. Ἔγραψε δ' ἂν καὶ αὐτός, εἴπερ αὐτῷ τὸ γράφειν σύνηθες ἦν. 45 ΑΝΑΤΟΛΙΩ ΠΑΤΡΙΚΙΩ. Ὅτι καθάπερ παῖδες ἐπὶ πατέρα φιλόστοργον, διετέθησαν περὶ τὴν ὑμετέραν μεγαλοπρέπειαν ἅπαντες οἱ τὴν ἑῴαν οἰκοῦντες, οἶδεν ὑμῶν τὸ μέγεθος ἀκριβῶς. Ἀνθ' ὅτου τοίνυν μεμισήκατε τοὺς φιλοῦντας, καὶ τῆς ὑμετέρας αὐτοὺς ἐστε ρήσατε προμηθείας, καὶ θρηνεῖν ἅπαντας καὶ ὀδύρεσθαι πεποιήκατε, τὴν οἰκείαν θεραπείαν τῆς τῶν ἄλλων προτιμή σαντες ὠφελείας; Τῷ ὄντι γὰρ οὐχ ἡγοῦμαί τινα τῶν φοβου μένων τὸν Κύριον μὴ λίαν ἀσχάλλειν ἐπὶ τῇ στερήσει τῆς ὑμετέρας στρατηγίας. Οἶμαι δὲ καὶ τοὺς ἄλλους ἅπαντας, εἰ καὶ μὴ τὴν περὶ τὰ θεῖα γνῶσιν ἔχουσιν ἀκριβῆ, τὸ τῆς ἀθυ μίας ὁμοίως δέχεσθαι πάθος, τὰς ὑμετέρας λογιζομένους εὐεργεσίας. Ἐγὼ δὲ διαφερόντως ὀλοφύρομαι, καὶ τῆς τιμῆς, καὶ τῆς εἰλικρινοῦς διαθέσεως μεμνημένος· καὶ τὸν τῶν ὅλων ἱκετεύω ∆εσπότην, τῇ ἀμάχῳ δεξιᾷ τειχίζειν ὑμᾶς ἀεί, καὶ τῶν παντοδαπῶν