21
ἴσος ἐκείνοις ἐστὶ μεθ' ὧν ἀπολείπεται. Τί οὖν τῆς βλασφημίας ταύτης χεῖρον εἴποιεν ἂν Ἰουδαῖοι; τί δὲ τῶν ἐθνῶν λεγόντων ἐστὶν ἀκούειν; Καὶ οὐκ ἐρυθριῶσιν οἱ τὸν τοῦ Θεοῦ Λόγον πρεσβεύειν σχη ματιζόμενοι, Ἰουδαίοις καὶ Ἕλλησι φίλα καὶ προσ 29.572 ήγορα διδάγματα προτεινόμενοι. Εἰ γὰρ μὴ συγκρίνεται τῷ Θεῷ καὶ Πατρὶ, ὥσπερ οὔτε ἄγγελοι, οὔτε οὐρανὸς, οὔτε ἥλιος, οὔτε γῆ, οὔτε τῶν ἐν αὐτῇ ζώων τε καὶ φυτῶν ἕκαστον· πῶς μὲν τὴν διαφορὰν ἕξει πρὸς τὰ οἰκεῖα κτίσματα; πόθεν δὲ αὐτῷ πρὸς τὸν γεννήσαντα ἡ οἰκειότης; Ἐγὼ, φησὶ, καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Πάλιν γὰρ τοῦ αὐτοῦ μνημονεύσωμεν. Τοῦτο, εἰπέ μοι, οὐχὶ συγκρί νοντος ἑαυτόν ἐστι τὸ ῥῆμα; Τί λέγω συγκρίνοντος; ἑνοῦντος μὲν οὖν, ὡς εἰπεῖν, καὶ τὸ τῆς φύσεως ἀπαράλλακτον παριστῶντος ἐντεῦθεν. Ὁ δὲ ἀσύγκριτον εἶναι τὸν Θεὸν ἀποφαίνεται. Καὶ ἡ μὲν ἀγαθότης τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χρι στοῦ τοὺς ἀνθρώπους, καθόσον ἐσμὲν χωρητι κοὶ, διὰ τῆς μελέτης καὶ τῆς ἀσκήσεως τῶν ἀγα θῶν ἔργων τῇ πρὸς τὸν Θεὸν τῶν ὅλων ὁμοιώσει προσάγει ἐν οἷς φησι· Γίνεσθε τέλειοι καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν· οὗτος δὲ τὸν Μονογενῆ τὴν ἐκ φύσεως αὐτῷ ὑπάρχουσαν πρὸς τὸν γεννήσαντα οἰκειότητα, τὸ εἰς αὐτὸν ἧκον, ἀποστερεῖ. Καίτοι καὶ οὕτως αὐτῷ εἰς τὸ ἐναντίον ὁ λόγος περιτραπήσεται. Εἰ γὰρ ἀσύγκρι τος ὁ Πατὴρ, πόθεν λαβὼν τῆς ἀνομοιότητος τοῦ Υἱοῦ τὰς ἀποδείξεις παρέξεται; Εἰ μὲν γὰρ, ἀντι παρεξετάζων τὰς οὐσίας ἀλλήλαις, εὑρηκέναι φήσει τὸ ἀνόμοιον, πῶς ἀσύγκριτος ὁ τοιοῦτος; εἰ δὲ οὐδὲ συγκρίνεται τὴν ἀρχὴν, πῶς ἐπιγνῶναι τὸ διάφορον ἠδυνήθη; Οὕτως ἔοικε τὸ κακὸν οὐ τῷ ἀγαθῷ ἐναντιοῦσθαι μόνον, ἀλλὰ καὶ αὐτὸ ἑαυτῷ. 29.573 ΠΡΟΣ ΕΥΝΟΜΙΟΝ ΛΟΓΟΣ Βʹ. 20ΠΕΡΙ ΥΙΟΥ.20 Ἐν τοίνυν τοῖς περὶ Θεοῦ τῶν ὅλων λόγοις ὑποκατασκευάσας ὅσον ἐδύνατο τὰς εἰς τὸν Υἱὸν τοῦ Θεοῦ βλασφημίας, αὐτῷ λοιπὸν ἐπαφῆκε τῷ Μονογε νεῖ Θεῷ τὴν γλῶσσαν. Τί γάρ φησι; {ΕΥΝ.} Καὶ εἷς Υἱός. Μονογενὴς γὰρ, περὶ οὗ ἐνῆν μὲν τὰς τῶν ἁγίων φωνὰς παραθέμενον, δι' ὧν Υἱὸν καὶ γέννημα καὶ ποίημα καταγγέλλουσι, ταῖς τῶν ὀνομάτων διαφοραῖς καὶ τὴν τῆς οὐσίας παραλλα γὴν ἐμφανίσαντας, ἀπηλλάχθαι φροντίδων καὶ πρα γμάτων· διὰ δὲ τοὺς σωματικὴν τὴν γέννησιν ὑπο λαμβάνοντας, καὶ ταῖς ὁμωνυμίαις προσπταίον τας, ἀναγκαῖον ἴσως καὶ περὶ τούτων διὰ βραχέων εἰπεῖν. {ΒΑΣ.} Ταῦτα μὲν ὁ Εὐνόμιος. Ἐγὼ δὲ, εἰ μὲν οὕτω χρὴ διανοεῖσθαι περὶ τοῦ λόγου παντὸς, ὡς πλάσματος οἷα ἐν τοῖς διδασκαλείοις τῆς ματαιότητος εἰς μελέτην τοῦ ἐν τῷ ψεύσματι πιθανοῦ τοῖς μειρα κίοις προβάλλεται (ἐπειδὴ καὶ παραπλησίως ἐκείνοις πάντα σκιαμαχίᾳ προσέοικε· πρὸς κατηγόρους τε μάχη μὴ ὑφεστῶτας· καὶ ἀπολογία πρὸς κατηγορίαν οὐ προῤῥηθεῖσαν· καὶ λόγος πρὸς δικαστὰς τοὺς οὐδαμοῦ φαινομένους)· εἰ οὕτω χρὴ καὶ τούτων ἀκούειν, αὐτός τε ἀφίημι τὴν ἐξέτασιν, καὶ παντὶ παραινῶ μηδὲν τῶν εἰρημένων περιεργάζεσθαι· εἰ δὲ μεῖζόν ἐστι τὸ ἐπάγγελμα, καὶ πολλοῖς γέγονεν ὑπόνοια, εἶναί τινα παρ' αὐτῷ τῆς ἀληθείας φροντίδα, ἀνάγκη πᾶσα τῶν εἰρημένων ἕκαστον διευ θύνειν εἰς δύναμιν. Τίς ἂν οὖν τρόπος τῆς ἐξετάσεως δικαιότερος γένοιτο, ἢ τοῖς διδάγμασι τοῖς παρὰ τοῦ Πνεύματος ἡμῖν δεδομένοις τὸν λόγον συγκρίνον τας, ὃ μὲν ἂν ἐκείνοις συμφωνοῦν εὕρωμεν καταδέ χεσθαι, τῷ δὲ ἐναντίως ἔχοντι ἀπιστεῖν καὶ ὡς ἐχθρὸν ἀποφεύγειν; Πρῶτον τοίνυν ἐκεῖνο δεικνύτω, τίνες τῶν ἁγίων 29.576 γέννημα καὶ ποίημα τὸν Χριστὸν προσειρήκασι; ποίας ἔχει φωνὰς τῶν Γραφῶν εἰς ἀπόδειξιν; Εἰ γὰρ τῇ τοῦ μακαρίου Πέτρου φωνῇ τῇ ἐν ταῖς Πράξεσι τῶν ἀπο στόλων