21
ἀγαθῶν χορηγεῖν ὑμῖν τὴν φοράν. Τὴν δὲ ὑμε τέραν μεγαλοφυΐαν παρακαλοῦμεν, καὶ ἀποῦσαν ὡς παροῦσαν τῶν συνήθων φροντίσαι, καὶ τοῦ δεῖνος τοῦ ἀναξίου ἡμῶν ἐπισκόπου καταλῦσαι τὴν λύτταν, οὗ τὴν τοῦ βίου προαίρεσιν ἀκριβέστερον τὸ ὑμέτερον ἐπίσταται μέγεθος. Ἐπιχειρεῖ γάρ, ὡς ἔγνων, παντελῶς ἡμῶν ἀπολέσαι τὴν χώραν, δηλάτωρος ἔργον ἀναδεξάμενος, καὶ τὴν γεγενημένην ἐποψίαν συκοφαν τῶν. Καὶ ταῦτα πάντων, ὡς ἔπος εἰπεῖν, ἐπισταμένων τὴν βαρυτάτην τῆς ἡμετέρας χώρας ἀπογραφήν, καὶ ὡς πολλὰ τῶν κτημάτων ἔρημα διὰ ταύτην τῶν γεωργούντων ἐγένετο. Ἀλλ' οὗτος καὶ τῆς ἀκοινωνησίας καταφρονήσας καὶ τὴν ἁγίαν σύνοδον ἀποδράς, κατὰ τῶν ἀθλίων πενήτων ἐπαφῆκε τὴν γλῶτταν. Φροντίσαι τοίνυν ἡ ὑμετέρα μεγαλοπρέπεια παρα κληθήτω, ἵνα μὴ περιγένηται τῆς ἀληθείας τὸ ψεῦδος. Τὴν αὐτὴν δὲ καὶ περὶ τῶν Κιλίκων προσφέρω παράκλησιν. Θρη νοῦντες γὰρ διατελοῦμεν ἕως ἂν ἡ παρανομία καταλυθῇ. Ταύτης δὲ τῆς σπουδῆς τὰς ἀμοιβὰς ἀντιδώσει τῶν ὅλων ὁ Κύριος, ὁ καὶ ὕδατος μικροῦ δώσειν μισθὸν ὑποσχόμενος. 46 ΠΕΤΡΩ ΣΧΟΛΑΣΤΙΚΩ. Τῶν τὸ δίκαιον περὶ πολλοῦ ποιουμένων οὐδὲν ἱκανὸν ἐπισχεῖν τὸν ἐπαινούμενον τοῦτον σκοπόν. Βεβαιοῖ δὲ τὸν λόγον ἡ σὴ μεγαλοπρέπεια, ἀχθεσθεῖσα μὲν ἐπὶ τὰ πρώην ἀναγγελθέντα, οὐκ ἀνασχομένη δὲ παριδεῖν τὸ δίκαιον πολε μούμενον, ἀλλ' εἰς καιρὸν τὴν ἀθυμίαν ἀπορρίψασα, καὶ τὸν τῆς ἀληθείας ἐχθρὸν ἐνδίκως ἐπιστομίσασα. Ταῦτα μεμαθη κότες, θερμότερον περὶ τὴν σὴν διετέθημεν μεγαλόνοιαν, δεινότητι ῥητορικῇ φιλοσοφίαν ἀληθῆ κεκραμένην εὑρόντες, καὶ παρακαλοῦμεν σπουδαιότερον, καὶ τοῦ βελτίστου καταλῦ σαι τὸ ψεῦδος, καὶ τὴν τῶν ἀθλίων πενήτων κρατῦναι παραψυχήν. 47 ΠΡΟΚΛΩ ΕΠΙΣΚΟΠΩ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ. Πέρυσι μὲν ἡ ἁγιότης ὑμῶν τοῦ χαλεποῦ κλύδωνος ἠλευ θέρωσε τὸν περίβλεπτον Φίλιππον τὸν τῆς ἡμετέρας πρω τεύοντα πόλεως, καὶ γαλήνης διὰ τὴν τῆς σῆς ὁσιότητος ἀπολαύσας κηδεμονίαν, τῶν ὑμετέρων εὐφημιῶν τὰς ἡμετέρας ἐνέπλησεν ἀκοάς. Ἀλλ' ἐκείνην ἅπασαν τὴν σπουδὴν ὁ εὐλα βέστατος ἐπίσκοπος ὁ δεῖνα ἄχρηστον ἀποφῆναι πειρᾶται, τὴν πρὸ δύο καὶ δέκα ἐτῶν πολλάκις γεγενημένην ἐποψίαν τῆς χώρας συκοφαντῶν, καὶ κατηγορίαν ἀναδεξάμενος οὐδὲ τοῖς ἐπιεικέσι τῶν ἀνδραπόδων ἁρμόττουσαν. Ἀλλά σου δέομαι τῆς ἱερᾶς κεφαλῆς, παῦσαι μὲν τὴν ἐκείνου ψευδολογίαν, πεῖσαι δὲ τοὺς ὑπερλάμπρους ὑπάρχους κρατῦναι τὴν ψῆφον, ἣν ἐνδίκως καὶ φιλανθρώπως ἐξήνεγκαν. Τῷ ὄντι γὰρ βαρυτάτην μὲν ἀπογραφὴν ὑπὲρ πάσας τῆς ἐπαρχίας τὰς πόλεις ἡ ἡμετέρα πόλις ἐδέξατο· πάσης δὲ πόλεως κουφισθείσης, μεμένηκεν αὕτη μέχρι καὶ τήμερον ὑπὲρ ἓξ μυριάδων καὶ δισχιλίων εἰσφέρουσα ζυγῶν Ὀψὲ δέ ποτε μόλις πεισθέντες οἱ τὸν ὑψηλὸν ἐκεῖνον θρόνον λαχόντες, ἐπόπτας τῆς χώρας ἀπέστειλαν· καὶ τὴν παρ' ἐκείνων ἐκπεμφθεῖσαν γνῶσιν ἐδέ ξατο μὲν πρῶτος ὁ τῆς μεγαλοπρεποῦς μνήμης Ἰσίδωρος, ἐβεβαίωσε δὲ ὁ ἐνδοξότατος καὶ φιλόχριστος ὁ κύριος Φλω ρέντιος. Ἀκριβέστερον δὲ πᾶσαν τὴν ὑπόθεσιν ἐξετάσας ὁ νῦν ταύτας κατέχων τὰς ἡνίας, καὶ δικαιοσύνῃ τὸν θρόνον κοσμῶν, βασιλικαῖς ταύτην ἐκύρωσε ψήφοις. Ὁ δὲ φιλαλήθης ἀνήρ, διὰ τὴν πρὸς ἕνα δυσμένειαν, τὸν περίβλεπτον λέγω Φίλιππον, τὸν κατὰ τῶν πενήτων ἀνεδέξατο πόλεμον. Οὗ δὴ χάριν τὴν σὴν ἁγιωσύνην ἀντιβολῶ, ἀντιτάξαι τῇ ἀδίκῳ γλώττῃ τὴν δικαίαν σου γλῶτταν, καὶ τῆς ἀληθείας πολεμουμένης ὑπερ ασπίσαι, καὶ ταύτης μὲν