1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

22

ἀναγεγραμμένῃ ἐπιστηρίζοιτο, ἔνθα φησί· Γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ, ὅτι Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεὸς, τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε· πρῶτον μὲν οὐδὲν οἰκεῖον ἔχει τῷ ζητουμένῳ ἡ μαρτυρία. Ἐπαγγειλάμενος γὰρ δείξειν παρὰ τῶν ἁγίων εἰρῆσθαι ποίημα τὸν Υἱὸν, τὴν μαρτυρίαν παρέχεται περὶ τοῦ Θεοῦ καὶ Πατρὸς, ὅτι ἐποίησεν. Οὐ γὰρ ἐκεῖνό γε ἂν εἴποι, ὅτι ἔξεστιν αὐτῷ ἐν τοῖς περὶ τῶν τηλικούτων λόγοις παραγωγάς τινας καὶ παρασχημαστισμοὺς τῶν ὀνο μάτων ἐπινοεῖν. Εἰ γὰρ καὶ ἀργοῦ λόγου εὐθύ νας ὑφέξομεν ἐν ἡμέρᾳ τῆς κρίσεως, ἦ πού γε τὸ περὶ τῶν τηλικούτων καινοτομεῖν ἀνεύθυνον ἡμῖν ἀφεθή σεται. Τάχα γάρ που τὸ μὲν ὡς πρέπον ἐπὶ Θεοῦ καὶ Πατρὸς λέγεσθαι παρὰ τοῦ θείου δεδιδάγμεθα λόγου· τὸ δὲ οὐχ ἁρμόζον τῷ Μονογενεῖ δι' ὧν ἀπ εσιώπησε τὸ Πνεῦμα τὸ ἅγιον ἐνεδείξατο. Πῶς οὖν ἀσφαλὲς τὴν, Ἐποίησε, φωνὴν μεταῤῥυθμίζοντα, ποίημα λέγειν τὸν ποιητὴν τῶν ὅλων; Εἰ γὰρ ἔπρεπεν αὐτῷ προσηγορία τοιαύτη, οὐκ ἂν ἐσιωπήθη παρὰ τοῦ Πνεύματος. Ἀλλ' ἐπὶ μὲν τῆς κτίσεως εὕρομεν ἀπὸ τοῦ, Ἐποίησε, τὴν τοῦ ποιήματος προσηγορίαν μεταληφθεῖσαν· ἐπὶ δὲ τοῦ Υἱοῦ τοῦ Θεοῦ οὐκέτι. Ἐν ἀρχῇ γὰρ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ πάλιν· Ἐν τοῖς ποιήμασι τῶν χειρῶν σου ἐμελέτων· καὶ, Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποι ήμασι νοούμενα καθορᾶται. Οὕτως ἐφ' ὧν ἐστι χρήσιμον τὸ ὄνομα παραλαμβάνουσα ἡ Γραφὴ, ἐπὶ τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ, ὡς οὐ πρέπον τῷ μεγαλείῳ τῆς δόξης, παρεσιώπησε. Νῦν δὲ ἀξίνην μὲν καὶ λίθον ἀκρογωνιαῖον, καὶ λίθον προσκόμματος, καὶ πέτραν σκανδάλου, καὶ τοιαῦτα ἕτερα ἐν οἷς οὐ πολὺ δοκεῖ τὸ εὔφημον εἶναι τοῖς μὴ καθικνουμένοις τῆς σημασίας τῶν ὀνομάτων, τὸν Κύριον τῆς δόξης προσαγορεύειν οὐκ ἐπαισχύνεται· ποίημα δὲ οὐδαμοῦ τὸ παράπαν ὠνόμασε. Καίτοι γε οὗτος παρ' αὐτῶν εἰληφέναι τῶν ἁγίων τὸ ὄνομα τοῦτό φησιν, ἵνα ταῖς συκοφαντίαις μὴ μόνον τοὺς κατ' αὐτὸν περιβάλῃ, ἀλλὰ καὶ τοὺς πάλαι ποτὲ γενομένους ἁγίους. Ἄνευ δὲ τοῦ μὴ χρῆναι διὰ τὸ ἐπικίνδυνον τοῖς τοιούτοις ἐπιτολμᾷν, καὶ τὰ τοῦ Κυρίου ὀνόματα παρ' ἑαυτοῦ μεταπλάττειν· ἔτι οὐδὲ ἡ τοῦ Ἀποστό λου διάνοια τὴν πρὸ αἰῶνος ὑπόστασιν τοῦ Μονογε 29.577 νοῦς ἡμῖν παρίστησι, περὶ ἧς ὁ λόγος ἐν τῷ παρόντι. Οὐδὲ γὰρ περὶ τῆς οὐσίας αὐτῆς τοῦ Θεοῦ Λόγου, τοῦ ἐν ἀρχῇ ὄντος πρὸς τὸν Θεὸν, ἀλλὰ περὶ τοῦ κενώσαντος ἑαυτὸν ἐν τῇ τοῦ δούλου μορφῇ, καὶ γε νομένου συμμόρφου τῷ σώματι τῆς ταπεινώσεως ἡμῶν, καὶ σταυρωθέντος ἐξ ἀσθενείας, σαφῶς δια λέγεται. Καὶ τοῦτο παντὶ γνώριμον τῷ καὶ μικρὸν ἐπιστήσαντι τῆς ἀποστολικῆς λέξεως τῷ βουλήματι, ὅτι οὐχὶ θεολογίας ἡμῖν παραδίδωσι τρόπον, ἀλλὰ τοὺς τῆς οἰκονομίας λόγους παραδηλοῖ. Κύριον γὰρ, φησὶ, καὶ Χριστὸν αὐτὸν ὁ Θεὸς ἐποίησε, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε, τῇ δεικτικῇ φωνῇ μονονουχὶ πρὸς τὸ ἀνθρώπινον αὐτοῦ καὶ ὁρώμενον πᾶσι προδήλως ἐπερειδόμενος. Ὁ δὲ τὴν, ἐποίησεν, φωνὴν εἰς τὴν ἀρχῆθεν γέννησιν τοῦ Μονογενοῦς μεταφέρει. Καὶ οὐδὲ ἐκεῖνο αὐτὸν δυσωπεῖ, ὅτι τὸ, Κύριος, οὐκ οὐσίας ἐστὶν, ἀλλ' ἐξου σίας ὄνομα. Ὥστε ὁ εἰπὼν, Κύριον αὐτὸν καὶ Χρι στὸν ὁ Θεὸς ἐποίησε, τὴν κατὰ πάντων ἀρχὴν καὶ δεσποτείαν λέγει τὴν παρὰ τοῦ Πατρὸς ἐπιτρα πεῖσαν αὐτῷ, οὐ τὴν εἰς τὸ εἶναι πάροδον αὐτοῦ διηγεῖται. Ταῦτα μὲν οὖν μικρὸν ὕστερον ἐπιδείξο μεν, ὅταν ἐλέγχωμεν αὐτὸν παρὰ τὸ βούλημα τοῦ Πνεύματος τὰς ἐκ τῆς Γραφῆς μαρτυρίας παρατιθέ μενον· νυνὶ δὲ ἐπὶ τὰ συνεχῆ τοῦ λόγου προΐωμεν. Τί οὖν αὐτῷ βούλεται τὸ ὄνομα τοῦτο; καὶ τί δή ποτε ποίημα προσαγορεύειν τὸν ποιητὴν τῶν ὅλων ἐπιχειρεῖ; Σοφίσματι κιβδήλῳ παρακρουσάμενος ἑαυ τὸν, οἴεται ταῖς τῶν ὀνομάτων διαφοραῖς καὶ τῆς οὐσίας παραλλαγὴν συνεκφαίνεσθαι. Καίτοι τίς ἂν τῷ λόγῳ τούτῳ σωφρονῶν πρόσ θοιτο, ὅτι ὧν τὰ ὀνόματά ἐστι διάφορα, τούτων παρ ηλλάχθαι καὶ τὰς οὐσίας ἀνάγκη; Πέτρου γὰρ καὶ Παύλου, καὶ ἁπαξαπλῶς ἀνθρώπων πάντων προσ ηγορίαι μὲν