1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

22

δεῖξαι τὸ ἄμαχον, τοῦ δὲ ψεύδους ἐλέγξαι τὸ μάταιον. 48 ΕΥΣΤΑΘΙΩ ΕΠΙΣΚΟΠΩ ΒΗΡΥΤΟΥ. ∆έδεγμαι τὴν κατηγορίαν ἀσμένως, καίτοι διαλῦσαι ῥᾳδίως δυνάμενος τὴν γραφήν. Ἔγραψα γὰρ οὐ τρὶς μόνον, ἀλλὰ καὶ τετράκις. ∆υοῖν δὲ θάτερον ὑποπτεύω· ἢ τοὺς τὰ γράμματα κομίζειν ὑπισχνουμένους περὶ τὴν ἀπόδοσιν ἀδικεῖν, ἢ τὴν σὴν θεοσέβειαν δεχομένην, εἶτα πλειόνων ὀριγνωμένην, ῥᾳστώ νης καθ' ἡμῶν ὑφαίνειν γραφήν. Ἐμὲ δέ, ὡς ἔφην, οὐκ ἀλγύνει τὸ κατηγόρημα· φίλτρου γὰρ ἐμπύρευμά μοι παραδηλοῖ. Ἔχου τοίνυν τῆς τέχνης, καὶ μὴ παύσῃ γραφόμενος, καὶ τὴν ἐντεῦ θεν ἡμῖν πραγματευόμενος ἡδονήν. 49 ∆ΑΜΙΑΝΩ ΕΠΙΣΚΟΠΩ ΣΙ∆ΩΝΟΣ. Τὰ κάτοπτρα τῶν εἰσορώντων τὰς ὄψεις ἐκμάττεσθαι πέφυκεν. Οἱ τοίνυν εἰς ταῦτα βλέποντες τὰς οἰκείας ὁρῶσι μορφάς. Ταὐτὸ δὲ τοῦτο καὶ αἱ κόραι ποιοῦσι τῶν ὀφθαλμῶν· τοὺς γὰρ ἀλλοτρίους χαρακτῆρας ἐν ἑαυταῖς ἐκτυποῦσι. Τοιοῦτό τι καὶ ἡ σὴ πέπονθεν ὁσιότης. Οὐ γὰρ τὸ ἡμέτερον ἑώρακεν εἰδεχθές, ἀλλὰ τὴν οἰκείαν ὥραν εἶδεν καὶ τεθαύμα κεν. Ἐμοὶ γὰρ οὐδὲν ἐκείνων ὧν εἴρηκας πρόσεστιν. Εὔχομαι δὲ ὅμως τοὺς λόγους ἐκείνους βεβαιωθῆναι τοῖς ἔργοις· ἀντι βολῶ δὲ καὶ τὴν σὴν φιλοθεΐαν ἐπαρκέσαι ταῖς προσευχαῖς, ἵνα μὴ χωλεύωσιν αἱ εὐφημίαι τῆς ἀληθείας γεγυμνωμέναι. 50 ΓΕΡΟΝΤΙΩ ΑΡΧΙΜΑΝ∆ΡΙΤΗ. Ζωγραφοῦσι πολλάκις τοὺς τῶν ψυχῶν χαρακτῆρας οἱ λόγοι, καὶ τὰς ἀοράτους ἐκείνων εἰδέας ἀποκαλύπτουσιν· ὥσπερ ἀμέλει καὶ νῦν τῆς σῆς θεοσεβείας τὰ γράμματα τῆς ἱερᾶς σου ψυχῆς παρέδωκε τὴν εὐσέβειαν. Τὸ γὰρ προσμένειν ἐκεῖνο τὸ κριτήριον, καὶ δειμαίνειν, καὶ συνηγόρους περισκο πεῖν, καὶ προϋφαίνειν ἀπολογίαν, κηρύττει σαφῶς τῆς ψυχῆς τὴν περὶ τὰ θεῖα σπουδήν. Ἡμεῖς δὲ νωθεῖς τινες καὶ ὑπνηλοί, καὶ ῥᾳστώνῃ συντεθραμμένοι καὶ πολλῆς προσευχῶν ἐπικου ρίας δεόμενοι. Ὄρεξον τοίνυν ταύτας, θεοφιλέστατε, ἵνα διαναστάντες νῦν γοῦν, ἐπιμέλειάν τινα τῆς ψυχῆς ποιησώ μεθα. 51 ΑΓΑΠΙΩ ΠΡΕΣΒΥΤΕΡΩ. Ἀξιάγαστα μὲν καὶ αὐτὰ καθ' αὑτὰ τῆς ἀρετῆς τὰ κατορ θώματα· ἀξιαγαστότερα δὲ φαίνεται γλώττης ἐπιτυχόντα διηγεῖσθαι λαμπρῶς αὐτὰ δυναμένης. Τούτων οὐδετέρου διή μαρτεν ὁ θεοφιλέστατος ἐπίσκοπος ὁ κύριος Θωμᾶς· ἀλλὰ τοὺς μὲν ὑπὲρ τῆς εὐσεβείας αὐτὸς εἰσενήνοχε πόνους· ἔσχε δὲ καὶ γλῶτταν ἐπαινοῦσαν ἀξίως τοὺς πόνους, τῆς σῆς φιλοθεΐας. Ἡμεῖς δὲ αὐτὸν ἥδιον ἐθεασάμεθα μετὰ τοιαύτης ἀφικόμενον μαρτυρίας· καὶ πρὸς ὀλίγον αὐτοῦ μετασχόντες τῆς συνουσίας, εἰς τὴν ἐγχειρισθεῖσαν προεπέμψαμεν πόλιν. 52 ΙΒΑ ΕΠΙΣΚΟΠΩ Ε∆ΕΣΗΣ. Τῆς κοινῆς, οἶμαι, προμηθούμενος σωτηρίας, ὁ τῶν ὅλων Θεὸς συμφορὰς ἐπιφέρει τισί τινας, ἵνα τοῖς μὲν ἡμαρτη κόσιν ἀλεξίκακον ἡ παιδεία γένηται φάρμακον, τοῖς δὲ τῆς ἀρετῆς ἀθληταῖς καρτερίας ὑπόθεσις, τοῖς δέ γε ταύτας θεω μένοις ἀρχέτυπον ὀνησιφόρον. Πεφύκαμεν γάρ πως ἀνα πίμπλασθαι δέους, ἄλλους τιμωρουμένους ὁρῶντες. Ταῦτα λογιζόμενος, τὰ τῆς Λιβύης κακὰ κέρδος ὑπολαμβάνω