23
κοινόν. Πρῶτον μὲν γὰρ τὴν προτέραν ἐκείνων ἐνθυμούμενος εὐπρα ξίαν, καὶ βλέπων τὴν ἀθρόαν μεταβολήν, ὁρῶ τῶν ἀνθρωπίνων πραγμάτων τὰς ἀγχιστρόφους τροπάς, καὶ διδάσκομαι μήτε ταῖς εὐημερίαις ὡς διαρκέσι θαρρεῖν, μήτε τὰς δυσκληρίας ὡς χαλεπὰς δυσχεραίνειν. Εἶτα τῶν πεπλημμελημένων ἀνα νεοῦμαι τὴν μνήμην, καὶ δέδοικα μὴ τοῖς ἴσοις περιπέσω παθήμασι. Ταῦτα δὲ γράψαι νῦν ἠναγκάσθην, τὸν θεοφιλέστατον ἐπίσκοπον Κυπριανὸν γνώριμον ποιῶν τῇ σῇ ὁσιότητι· ὃς ὁρμᾶται μὲν ἐκ τῆς πολυθρυλήτου Λιβύης, ἠνάγκασται δὲ τὴν ξένην περινοστεῖν, διὰ τὴν τῶν βαρβάρων ὠμότητα. Γράμματα δὲ ἡμῖν κεκόμικεν τοῦ ὁσιωτάτου ἐπισκόπου τοῦ κυρίου Εὐσε βίου, ὃς τὸ Γαλατῶν ἔθνος ἰθύνει σοφῶς. Τοῦτον μετὰ τῆς συνήθους φιλοφροσύνης ὑποδεξαμένη σου ἡ φιλοθεΐα, προ πεμψάτω μετὰ γραμμάτων πρὸς οὓς ἂν ἐθέλῃ κυρίους καὶ θεοφιλεστάτους ἐπισκόπους· ἵν' αὐτὸς μὲν τῆς αἰσθητῆς ἀπο λαύσῃ παραψυχῆς, ἀντιδῷ δὲ αὐτοῖς τὰ ἐπουράνια καὶ μόνιμα κέρδη. 53 ΣΩΦΡΟΝΙΩ ΕΠΙΣΚΟΠΩ ΚΩΝΣΤΑΝΤΙΝΗΣ. Καὶ τὸ φιλόδωρον καὶ τὸ μεγαλόδωρον τῆς σῆς, θεοφιλέ στατε, δεξιᾶς ἐπιστάμενος, προξενῶ σου τῇ ὁσιότητι ποθού μενον κέρδος. Ὥσπερ γὰρ τοὺς περὶ τὰ παρόντα κεχηνότας, οἱ τῆς διὰ χρημάτων θεραπείας δεόμενοι ἀνιῶσιν ὁρώμενοι· οὕτως εὐφραίνουσι τοὺς φιλοτίμους οἱ τοιοῦτοι φαινόμενοι, ἐπειδὴ τῶν ἐπουρανίων πραγμάτων ἐφίενται. Εἷς τοίνυν τῶν ἐκεῖνα προξενούντων ἐστὶν ὁ θεοφιλέστατος ἐπίσκοπος Κυ πριανός· ὃς πάλαι μὲν τῶν ἄλλους θεραπευόντων ἐτύγχανεν ὤν, νῦν δὲ τὰς τῆς Λιβύης τραγῳδῶν συμφοράς, εἰς τὰς ἄλλων ἀποβλέπει χεῖρας, καὶ τῶν φιλοθέων ψυχῶν τὴν φιλοτιμίαν προσμένει. Ἀπολαυσάτω τοίνυν καὶ αὐτὸς τῆς σῆς φιλαδελ φίας, καὶ μετὰ γραμμάτων πρὸς ἑτέρους προπεμφθήτω λιμέ νας. 54 ΕΟΡΤΑΣΤΙΚΗ. Αἱ θεῖαι καὶ σωτήριοι πανηγύρεις καὶ τοὺς ἀθυμοῦντας ψυχαγωγοῦσι, καὶ τοὺς εὐθυμοῦντας εὐθυμοτέρους ποιοῦσι· καὶ τοῦτο τῇ πείρᾳ μεμάθηκα. Τοῖς γὰρ τῆς ἀθυμίας βαπτι ζόμενος κύμασι, κρείττων τοῦ ῥοθίου γεγένημαι τοὺς τῶν ἑορτῶν ὅρμους ἰδών. Εὐξάσθω τοίνυν ἡ θεοσέβειά σου τέλεόν με τῆς πικρᾶς ταύτης ζάλης ἀπαλλαγῆναι, καὶ παρὰ τοῦ φιλανθρώπου ∆εσπότου λήθην τινὰ τῆς ἀχθηδόνος λαβεῖν. 55 ΕΟΡΤΑΣΤΙΚΗ. Χαλεπῶς μὲν ἡμᾶς ἡ ἀθυμία διέθηκεν Φύσιν γὰρ ἀνθρω πείαν, ἀλλ' οὐκ ἀδαμαντίναν ἐλάχομεν. Τῆς δὲ ∆εσποτικῆς Ἐπιφανείας ἡ μνήμη φάρμακον ἀλεξίκακόν μοι γεγένηται. Αὐτίκα τοίνυν καὶ γράφω κατὰ τὸν νόμον τῆς ἑορτῆς, καὶ προσφθέγγομαι τὴν ὑμετέραν μεγαλοπρέπειαν, ἣν εὐδοκιμεῖν καὶ διαπρέπειν προσεύχομαι. 56 ΕΟΡΤΑΣΤΙΚΗ. Ἀκμάζει μὲν ἔτι μοι τὰ τῆς λύπης, καὶ χαλεπῶς αὕτη προσβάλλει τῷ λογισμῷ· τὸν δὲ τῆς θείας ἑορτῆς πληρῶσαι νόμον ὑπέλαβον δίκαιον. Αὐτίκα γοῦν καὶ τοῖς γράμμασι κέχρη μαι, καὶ τὴν εὐλάβειάν σου προσφθέγγομαι, καὶ τῆς ἀγάπης ἐκτίνω τὸ χρέος. 57 ΕΥΤΡΕΧΙΩ ΥΠΑΡΧΩ.