1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

24

σώματος πάθη τοῖς λογισμοῖς καταπίπτειν; Ἀλλὰ καὶ τοῦτο μετὰ τῶν ἄλλων εὐπρόσωπον αὐτῷ σχῆμα τῶν λόγων ἐπινενόηται, ὡς τῆς πρὸς τοὺς ἀσυνέτους τῶν ἀδελφῶν εὐσπλαγχνίας ἕνεκεν τὸν κόπον τῆς διδασκαλίας δοκεῖν καταδέχεσθαι. Καὶ τὰς μὲν σωματικὰς ὑπονοίας, τὰς ἐπὶ τῇ προσηγορίᾳ ταύτῃ ἐγγινομένας, ἐπανορθοῦται δῆθεν· τὰς δὲ ἐκ τοῦ ποίημα τὸν Κύριον ὀνομάζεσθαι βλά βας οὐ παραιτεῖται. Καίτοι ὅ γε σωματικὴν εἶ ναι τὴν γέννησιν φανταζόμενος, ὁ αὐτὸς ἂν καὶ ἐπὶ τοὺς ὑλικοὺς τῆς ποιήσεως τρόπους ὑπενεχθείη. Οὐ γὰρ δήπου μερισμὸν μέν τινα καὶ μετάστασιν καὶ ῥύ σιν τῆς τοῦ γεννῶντος οὐσίας ἐκ τῆς φωνῆς τοῦ γεννᾷν ὁ ἀσθενὴς ἐννοήσει· ὕλην δὲ ἔξωθεν ἐκ τοῦ μὴ ὄντος εἰσενεχθεῖσαν εἰς τὴν, ὡς ὑμεῖς φατε, τοῦ ποιήματος ὑπόστασιν, ὑπολαμβάνειν οὐκ ἐναχθήσε ται. Τίνος οὖν ἕνεκεν τὰ ἀῤῥωστήματα τῶν λογι σμῶν τῶν ἀδελφῶν ἐξ ἡμισείας ἰᾶται, καὶ τῶν σω ματικὴν τὴν γέννησιν ὑπολαμβανόντων ἐπιμε λούμενος, τοὺς τῇ προσηγορίᾳ τοῦ ποιήματος περι πταίοντας παρορᾷ; Ὅτι τὸ μὲν γεγεννῆσθαι πολέ μιον οἶδε τοῖς δόγμασιν ἑαυτοῦ, τοῦ γεννηθέντος οἰ κείως ἔχειν ὀφείλοντος πάντως καὶ ἀπαραλλάκτως πρὸς τὸν γεννήσαντα· τὸ δὲ πεποιῆσθαι φίλον καὶ σύμμαχον ταῖς ἑαυτοῦ ὑποθέσεσι, διὰ τὸ ἀλλοτρίου 29.584 καὶ ξένου, καὶ πάντη ἀνοικείου πρὸς τὸν ποιήσαντα τὴν ἔννοιαν παριστᾷν. Εἶτα τούτοις ἐπισυνάπτει λέγων· {ΕΥΝ.} Γέννημα τοίνυν τὸν Υἱόν φαμεν, κατὰ τὴν τῶν Γραφῶν διδασκαλίαν· οὐχ ἕτερον μέν τι τὴν οὐσίαν νοοῦντες, ἕτερον δέ τι παρ' αὐτὴν τὸ σημαι νόμενον, ἀλλ' αὐτὴν εἶναι τὴν ὑπόστασιν, ἣν σημαί νει τοὔνομα ἐπαληθευούσης τῇ οὐσίᾳ τῆς προσ ηγορίας. {ΒΑΣ.} Καὶ ἐν τούτοις τοίνυν τῇ μὲν ἀληθείᾳ φα νερῶς διαμάχεται, ἑαυτῷ δὲ ὅμως ἀκόλουθα λέγει. Ὡς γὰρ ἐν τοῖς ἄνω λόγοις τὸ ἀγέννητον ἐπὶ τοῦ Θεοῦ τῶν ὅλων τῆς οὐσίας αὐτοῦ διωρίζετο εἶναι ση μαντικὸν, οὕτω καὶ ἐνταῦθα τὸ γέννημα τὴν οὐσίαν τοῦ Υἱοῦ σημαίνειν λέγει· ἵν' ἐν τῇ τοῦ γεννη τοῦ πρὸς τὸ ἀγέννητον ἀντιθέσει ἐναντίως ἔχοντα τῷ Πατρὶ τὸν Μονογενῆ κατὰ τὴν οὐσίαν αὐτὴν ἐπιδείξῃ. ∆ιὰ ταῦτα νομοθετεῖ ῥήματα ἔξω τῆς χρήσεως ὄντα τοῦ θείου Πνεύματος, γέννημα τὸν Υἱὸν ὀνομάζων. Πόθεν λαβών; ἐκ ποίας διδασκαλίας; τίνος προφήτου; τίνος τῶν ἀποστόλων ταύτην αὐτῷ τὴν προσωνυμίαν ἐπιφημίσαντος; Ἐγὼ μὲν γὰρ οὐδαμοῦ τῆς Γραφῆς κειμένην οὕτω τὴν φωνὴν ταύτην εὗρον. Καίτοι οὐδαμόθεν οὗτος ἢ ἐκ τῆς τοῦ Πνεύματος διδασκαλίας εἰληφέναι τὰς προσηγορίας ταύτας ἀλα ζονεύεται. Μικρὸν γὰρ αὐτῷ τοῖς ἀνθρώποις ἀγῶνα παρέχειν, εἰ μὴ καὶ αὐτοῦ τοῦ Πνεύματος κατα τολμήσειε. Γεγεννηκέναι μὲν γὰρ τὸν Πατέρα πολ λαχοῦ δεδιδάγμεθα· γέννημα δὲ εἶναι τὸν Υἱὸν οὐδέπω καὶ τήμερον ἀκηκόαμεν· Παιδίον γὰρ, φησὶν, ἐγεν νήθη ἡμῖν· υἱὸς καὶ ἐδόθη ἡμῖν· καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ οὐχὶ γέννημα, ἀλλὰ Μεγάλης βου λῆς ἄγγελος. Καίτοι εἴπερ τὸ γέννημα οὐσίας ὑπῆρχε σημαντικὸν, οὐκ ἂν ἕτερον ὄνομα παρὰ τοῦ Πνεύματος ἐδιδάχθημεν, ἢ ὅπερ ἐμφανῶς τὴν οὐσίαν αὐτοῦ παριστᾷν ἔμελλε. Καὶ πάλιν ὁ Πέτρος, ὁ διὰ τὴν τῆς ἀληθείας ἐπίγνωσιν τῶν μακαρισμῶν ἐκείνων ἀξιω θεὶς, οὐκ εἶπε, Σὺ εἶ τὸ γέννημα· ἀλλὰ, Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Καὶ ὁ Παῦλος, πᾶσαν αὑτοῦ τὴν γραφὴν τῆς τοῦ Υἱοῦ προσηγορίας καταπληρώσας, οὐδαμοῦ φανήσεται γεννήματος μνη μονεύσας· ὅπερ οὗτος ἐκ πολλῆς τῆς πεποιθή σεως, ὡς ἐκ τοῦ θείου λαβὼν διδασκαλίου, προ φέρει. Οὐδὲ γὰρ ἐνταῦθα συγχωρητέον αὐτῷ, τὴν, ἐγέννησε, φωνὴν ἐπὶ τοῦ Πατρὸς κειμένην μετα σχηματίζοντι καὶ μεταπλάσσοντι, γέννημα προσαγο ρεύειν τὸν Υἱὸν τοῦ Θεοῦ. Οὐ γὰρ ὅπερ ἂν ἐκ τῆς τῶν ῥημάτων ἀκολουθίας ὑποφαίνηται εὐκόλως ἐπιπηδᾷν 29.585 τούτῳ τόν γε τῷ θείῳ φόβῳ πεπαιδευμένον προσήκει, ἀλλ' ἀγαπᾷν, τοῖς ἐν τῇ Γραφῇ κειμένοις ὀνόμασιν ἐπιμένοντα, διὰ τούτων θεοπρεπῶς τὴν δοξολογίαν ἀποπληροῦν. Εἰ γὰρ οἱ ἐξ ἀρχῆς τὴν Ἑβραίων διά λεκτον εἰς τὴν Ἑλλάδα γλῶσσαν μεταβαλόντες τινῶν ὀνομάτων τῆς ἑρμηνείας οὐ κατετόλμησαν, ἀλλ' αὐ