1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

24

∆έδωκεν ἡμῖν τῶν ὅλων ὁ Πρύτανις καὶ τοῦτο, τῆς ὑμετέ ρας μεγαλοφυΐας ἀκοῦσαι τὸ γέρας, καὶ συνησθῆναι μὲν ὑμῖν οὕτω τετιμημένοις, συνησθῆναι δὲ τοῖς ἀρχομένοις ὑπὸ τοιαύ της ἰθυνομένοις πραότητος. Ἐγὼ δὲ ἄδικον ᾠήθην σιγῇ κρύψαι τὴν εὐθυμίαν, καὶ μὴ δηλῶσαι ταύτην τοῖς γράμμασιν. Ὅτι γὰρ θερμοὶ τῆς ὑμετέρας μεγαλοπρεπείας ὑπάρχομεν ἐρασταί, παρ' ὑμῶν τοῦ φίλτρου τὰς ἀμοιβὰς εἰληφότες, πέπεισται πάντως ἡ ὑμετέρα μεγαλοπρέπεια. Ὡς ἐρασταὶ δὲ τοιοῦτοι, τὸν τῶν ἀγαθῶν ἱκετεύομεν χορηγὸν ταῖς παντοδαπαῖς αὑτοῦ δωρεαῖς περικλύζειν ὑμᾶς ἀεί. 58 ΝΟΜΩ ΥΠΑΤΩ. ∆ιχῆ μοι μερίζει τὴν γνώμην ἡ περὶ τοῦ γράψαι τῷ ὑμετέρῳ μεγέθει βουλή. Τῶν μὲν γὰρ ὑμετέρων φρενῶν εἰδὼς ἐξηρτη μένα τὰ πράγματα, καὶ τὰς κοινὰς ὑμῖν ἐπικειμένας φροντίδας ὁρῶν, ἄμεινον ἡγοῦμαι σιγᾶν· τὸ εὐρὺ δὲ πάλιν καὶ πολυχώρη τον τῆς ὑμετέρας ἐπιστάμενος διανοίας, σιωπᾶν οὐκ ἀνέχο μαι, δεδιὼς μὴ ῥᾳστώνης ὀφλήσω γραφήν. Κεντεῖ δέ με καὶ πόθος, ὃν ἡ βραχεῖα γεῦσις τῆς ὑμετέρας ἐνεποίησε θέας. Ἐμφορηθῆναι γάρ με ταύτης ἐστέρησε τῆς τρισμακαρίας ἐκείνης κεφαλῆς ἡ νόσος καὶ τελευτή. Οὗ δὴ χάριν ἐπινοῶ μοι φάρμακον ψυχαγωγίας τὰ γράμματα. Τὸν δὲ τῶν ὅλων ἱκετεύω ∆εσπότην, ἰθύνειν ὑμῶν τὸν βίον, καὶ φέρειν ἐξ οὐρίων ἀεί, ἵνα τῆς ὑμετέρας προμηθείας ἀπολαύσωμεν ἅπαντες. 59 ΚΛΑΥ∆ΙΑΝΩ. Τὰς εἰλικρινεῖς φιλίας οὔτε τοπικὴ διάστασις διαλύειν ἰσχύει, οὔτε χρόνος ἐξιτήλους ἐργάζεται. Τοῖς μὲν γὰρ σώ μασι λυμαίνεται, καὶ τὸ μὲν ἄνθος ἀποσυλᾷ, τὸ δὲ γῆρας ἐπάγει· τῆς δέ γε φιλίας αὔξει τὸ ἄνθος, πλείονα προσφέρων τὰ ζώπυρα. ∆ιά τοι τοῦτο κἀγὼ πολλοῖς σταθμοῖς τῆς σῆς μεγαλοπρεπείας ἀφεστηκώς, τὴν προσρητικὴν ταύτην ἐπιστο λὴν γράφω, τοῖς τῆς φιλίας δηλονότι νυττόμενος κέντροις. Κομίζει δὲ ταύτην Πατρώϊνος ὁ δρακωνάριος, ἀνὴρ αἰδοῦς ἀξιώτατος διὰ τὴν τῆς ψυχῆς ἀρετήν· τοὺς γὰρ θείους νόμους μετὰ πολλῆς φυλάττειν προθυμίας ἐπείγεται. Μηνῦσαι τοίνυν ἡμῖν δι' αὐτοῦ, θαυμασιώτατε, καταξίωσον τὴν ἀξιάγαστον ἡμῖν τοῦ σοῦ μεγέθους ὑγείαν, καὶ τὸ τριπόθητον τῆς ὑποσχέ σεως πέρας. 60 ∆ΙΟΣΚΟΡΩ ΕΠΙΣΚΟΠΩ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ. Πολλοῖς μὲν καὶ ἄλλοις εἴδεσιν ἀρετῆς κοσμεῖσθαι τὴν σὴν ἁγιωσύνην ἀκούομεν-ὑπόπτερος γὰρ ἡ φήμη πάντοσε δια δραμοῦσα τῆς σῆς εὐκλείας τὰς ἁπάντων ἐνέπλησεν ἀκοάς-· οὐχ ἥκιστα δὲ ἅπαντες ᾄδουσι τὸ τοῦ φρονήματος μέτριον· ὃ νομοθετῶν ὁ ∆εσπότης ἑαυτὸν ἡμῖν ἀρχέτυπον προὔθηκεν, Μάθετε , λέγων, ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπει νὸς τῇ καρδίᾳ . Φύσει γὰρ ὢν ὑψηλός, μᾶλλον δὲ ὕψιστος Θεός, τὸ πρᾶον καὶ ταπεινὸν ἐνανθρωπήσας ἠσπάσατο φρό νημα. Εἰς αὐτὸν οὖν ἀφορῶν, οὐχ ὁρᾷς, δέσποτα, τῶν ἀρχο μένων τὸ πλῆθος, οὐδὲ τῶν θρόνων τὸ ὕψος, ἀλλὰ τὴν φύσιν βλέπεις, καὶ τὰς ἀγχιστρόφους τοῦ βίου μεταβολάς, καὶ τοῖς θείοις νόμοις ἀκολουθεῖς, ὧν ἡ φυλακὴ προξενεῖ τῶν οὐρανῶν τὴν βασιλείαν. Ταύτην σου τῆς ὁσιότητος τὴν ταπεινοφροσύ νην ἀκούων, θαρρῶ διὰ γραμμάτων τὴν ἱεράν σου καὶ Θεῷ φίλην περιπτύξασθαι κεφαλήν, καὶ προσευχὰς ἐπαγγέλλω, ὧν ὁ καρπὸς σωτηρία. Πρόξενος δέ μοι τούτων γεγένηται τῶν γραμμάτων ὁ θεοσεβέστατος πρεσβύτερος Εὐσέβιος· τὴν αὐ τόσε γὰρ ἀποδημίαν αὐτοῦ μαθών, παραυτίκα τὴν ἐπιστολὴν ὑπηγόρευσα, παρακαλῶν σου τὴν ἁγιότητα, ταῖς μὲν εὐχαῖς ἡμᾶς ὑπερεῖσαι, τοῖς δὲ γράμμασι τὴν πνευματικὴν