1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

25

πανδαισίαν ἐνθεῖναι, καὶ πεινῶσιν ἐκπέμψαι τὴν ἀξιάγαστον τῶν λόγων εὐωχίαν. 61 ΑΡΧΙΒΙΩ ΠΡΕΣΒΥΤΕΡΩ. Οὐκ ἠμέλησα τὰς δύο πρώην δεξάμενος τῆς σῆς θεοσεβείας ἐπιστολάς, ἀλλ' ἐπέστειλα παραυτίκα, καὶ τῷ θεοφιλεστάτῳ πρεσβυτέρῳ Εὐσεβίῳ τὰ γράμματα δέδωκα. Μελλήσεως δὲ γενομένης τινός, τὸ παρὸν νῦν ἀνεβάλετο. Ἡ γὰρ ὥρα λοιπὸν εἴσω τῶν λιμένων κατεῖχε τὰ σκάφη, τοῦ πελάγους ὑποδει κνῦσα τὴν ζάλην, καὶ ναύτας καὶ κυβερνήτας διαναπαύουσα. Ἐκτίνω τοίνυν τόδε ἐπὶ τοῦ παρόντος τὸ χρέος, οὐχ ἵνα μὴ ὀφείλω, ἀλλ' ἵνα τὸ χρέος αὐξήσω, Τοῦτο γὰρ τὸ ὄφλημα πολ λαπλάσιον ἐκτιννύμενον γίνεται. Οἱ γὰρ φυλάττειν ἐσπουδα κότες τῆς φιλίας τοὺς νόμους, ἐρεθίζουσι τὸ φίλτρον, καὶ θερμότερον ἀπεργάζονται, καὶ τὸν σπινθῆρα ποιοῦσι πυρσόν· ὑπὸ δὲ τούτου πυρπολούμενοι, νικᾶν ἀλλήλους τῷ πόθῳ φιλο τιμοῦνται. ∆έξαι τοίνυν τὴν ἀπολογίαν, ὦ σεβασμία μοι κεφαλή, καὶ δὸς τὴν συγγνώμην, καὶ πέμψον ἡμῖν ἐπιστολήν, τὴν σὴν ὑγείαν μηνύουσαν. 62 ΙΩΑΝΝΗ ΠΡΕΣΒΥΤΕΡΩ. Τὸ Λάθε βιώσας , εἴρηκε μέν τις τῶν πάλαι καλουμένων σοφῶν. Ἐγὼ δὲ τὴν γνώμην ἐπαινέσας, ἐβουλήθην ἔργῳ βε βαιῶσαι τὸν λόγον. Οὐδὲν γὰρ ἀπεικὸς ᾠήθην ποιεῖν καὶ παρὰ τῶν ἄλλων συλλέγων τὸ χρήσιμον. Καὶ γὰρ τὰς μελίττας φασὶν οὐκ ἀπὸ τῶν ἐδωδίμων μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν πικρῶν βοτα νῶν, καὶ τὰ κηρία συλλέγειν καὶ τὴν γλυκεῖαν δρόσον ἀρύεσθαι. Εἶδον δὲ ἔγωγε καὶ πέτραις ἀγόνοις ἐνιζανούσας καὶ τὴν νοτίδα τὴν ὀλίγην ἀνιμωμένας. Πολλῷ δὲ δήπουθεν δικαιότε ρον τοὺς τῷ λόγῳ τετιμημένους πάντοθεν καρποῦσθαι τὴν ὠφέλειαν. Ἐγὼ μὲν οὖν, ὡς ἔφην, πειρῶμαι λανθάνειν καὶ πάντων μάλιστα τὴν ἡσυχίαν ἀσπάζομαι. Ἐπανελθὼν δὲ πρώην ἀπὸ τῆς ὑμετέρας ὁ θεοσεβέστατος πρεσβύτερος Εὐσέ βιος, ἀπήγγειλε συνουσίαν ὑμῖν τινα γεγενῆσθαι, καὶ μεταξὺ λόγου τινὸς καὶ τὴν περὶ ἡμῶν κινηθῆναι, καὶ τὴν σὴν θεο σέβειαν εὐφήμως τῆς ἐμῆς μνησθῆναι σμικρότητος. Ἐγὼ δὲ ἄγνωμον ᾠήθην, καὶ λίαν ἄδικον, τὸν εὖ καὶ καλῶς μεμνημένον μὴ τοῖς ἴσοις ἀμείψασθαι. Εἰ γὰρ καὶ μηδὲν ἄξιον εὐφημίας εἰργάσμεθα, ἀλλ' οὖν τῶν οὕτως ἐπαινούντων θαυμάζομεν τὸν σκοπόν. Ἀγάπης γὰρ ὁ τοιοῦτος ἔπαινος ἔκγονος. Προσ φθέγγομαι τοίνυν τὴν σὴν θεοσέβειαν, διακόνῳ χρώμενος τῶν γραμμάτων ἐκείνῳ, ὃς καὶ τοὺς ἀγράφους σου λόγους, οὓς περὶ ἡμῶν διεξῆλθες, πρώην ἡμῖν κεκόμικε. ∆εξάμενος τοίνυν, θεοφιλέστατε, τὴν ἐπιστολήν, ἄμειψαι τὰ γράμματα γράμμασιν. Ἦρξας μὲν γὰρ λόγων αὐτός, ἐγὼ δὲ γραμμάτων· καὶ ἠμειψά μην γράμμασι τοὺς λόγους. Λείπεται τοίνυν σε τὰ γράμματα γράμμασιν. 63 ΕΟΡΤΑΣΤΙΚΗ. Τῶν μὲν ἄλλων τῆς ἑορτῆς ἀγαθῶν συνήθως ἀπελαύσαμεν. Καὶ γὰρ τὴν τῶν σωτηρίων παθημάτων ἑωρτάσαμεν μνήμην, καὶ διὰ τῆς ∆εσποτικῆς ἀναστάσεως ἐδεξάμεθα τὰ τῆς κοινῆς ἀναστάσεως εὐαγγέλια, καὶ τὴν ἄρρητον τοῦ Θεοῦ καὶ Σωτῆ ρος ἡμῶν φιλανθρωπίαν ὑμνήσαμεν· ἡ δὲ τῶν Ἐκκλησιῶν ζάλη καθαρᾶς μεταλαχεῖν εὐφροσύνης οὐκ εἴασεν. Εἰ γὰρ ἑνὸς μέλους ἀλγοῦντος ὅλον κοινωνεῖ τῆς ὀδύνης τὸ σῶμα, παντὸς ταραττομένου τοῦ σώματος πῶς ἔνεστι μὴ θρηνεῖν; Ἐπιτεί νει δὲ ἡμῖν τὴν ἀθυμίαν τὸ νομίζειν εἶναι ταῦτα τῆς παντε λοῦς ἀποστασίας προοίμιον. Εὐξάσθω τοίνυν ἡ θεοσέβειά σου, εἰ μὲν ταῦτα οὕτως ἔχει, τῆς θείας ἡμᾶς ἐπικουρίας τυχεῖν, ἵνα