1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

26

δυνηθῶμεν ἀντιστῆναι , κατὰ τὸν θεῖον Ἀπόστολον, τῇ ἡμέρᾳ τῇ πονηρᾷ . Εἰ δέ τις χρόνος ὑπολέλειπται τῇ τοῦδε τοῦ βίου συστάσει, λυθῆναι τὸν κλύδωνα, καὶ τὴν προ τέραν γαλήνην τὰς Ἐκκλησίας ἀπολαβεῖν· ἵνα μὴ ἐπιπλεῖστον οἱ τῆς ἀληθείας ἐχθροὶ ταῖς ἡμετέραις ἐπαγάλλωνται συμφο ραῖς. 64 ΕΟΡΤΑΣΤΙΚΗ. Ἡνίκα μὲν τὸ σωτήριον πάθος ὑπὲρ τοῦ γένους τῶν ἀνθρώ πων ὁ ∆εσπότης ὑπέμεινεν, ἠθύμει λίαν ὁ τῶν ἱερῶν ἀποστό λων χορός· οὐ γὰρ ᾔδεσαν ἀκριβῶς τὸν τοῦ πάθους καρπόν. Ἐπειδὴ δὲ ἔγνωσαν τὴν ἐντεῦθεν βλαστήσασαν σωτηρίαν, εὐαγγέλιον ἐκάλεσαν τοῦ πάθους τὸ κήρυγμα, καὶ τοῦτο πᾶσιν ἀνθρώποις προθύμως προσήνεγκαν. Οἱ δὲ πεπιστευκότες, ἅτε δὴ τὸν νοῦν φωτισθέντες, ἀσπασίως τοῦτο δεξάμενοι, ἑορτά ζουσι τοῦ πάθους τὴν μνήμην, καὶ τὸν τοῦ θανάτου καιρὸν δημοθοινίας ἔχουσι καὶ πανηγύρεως ἀφορμήν. Συνημμένη γὰρ ἡ ἀνάστασις ἀπελαύνει τοῦ θανάτου τὸν θρῆνον, καὶ τῆς κοινῆς ἀναστάσεως ἐχέγγυος γίνεται. Ταύτης ἐπὶ τοῦ παρ όντος μεταλαχόντες τῆς ἑορτῆς, προσφθεγγόμεθά σου τὴν θεοσέβειαν, οἷόν τινα εὐοσμίαν ἐκπέμποντες τῆς ἑορτῆς τὰ μηνύματα. 65 ΖΗΝΩΝΙ ΣΤΡΑΤΗΓΩ. Τὸ μὲν τοῖς ἀνθρωπείοις παθήμασι βάλλεσθαι, πάντων ἀνθρώπων κοινόν· τὸ δὲ φέρειν γενναίως καὶ τῆς τούτων περιγίνεσθαι προσβολῆς, οὐκ ἔτι κοινόν. Ἐκεῖνο μὲν γὰρ τῆς φύσεως, τοῦτο δὲ τῆς προαιρέσεως. ∆ιὸ δὴ καὶ τοὺς φιλοσο φοῦντας θαυμάζομεν, ὡς τὰ βέλτιστα προαιρουμένους καὶ γνώμῃ τὰ πάθη νικῶντας. Τὴν δὲ φιλοσοφίαν κατασκευάζει τὸ ἐν ἡμῖν λογικόν, ἡγούμενον τῶν παθῶν, ἀλλ' οὐκ ἀγόμενον ὑπ' αὐτῶν. Ἓν δὲ τῶν ἀνθρωπείων παθημάτων ἡ λύπη· ταύ της περιγίνεσθαι παρακαλοῦμεν τὴν ὑμετέραν μεγαλοπρέ πειαν. Ῥᾴδιον δὲ τοῖς καθ' ὑμᾶς νικῆσαι τὸ πάθος, τήν τε φύσιν λογιζομένοις καὶ τὸ ἀκερδὲς τοῦ πένθους ἐνθυμουμέ νοις. Τίς γὰρ ὄνησις ἔσται τοῖς ἀπελθοῦσιν, ἡμῶν ὀλοφυρο μένων καὶ θρήνοις κεχρημένων; Ὅταν τοίνυν τὸ κοινὸν τῶν ὠδίνων εἰς νοῦν λαμβάνωμεν, καὶ τὸν μακρὸν τῆς συνηθείας χρόνον, καὶ τὰς λαμπρὰς στρατηγίας, καὶ τὰς πολυθρυλήτους ἀριστείας, λογισώμεθα ὡς καὶ ἄνθρωπος ὁ τούτοις κοσμού μενος, καὶ ὑπὸ τὸν ὅρον τοῦ θανάτου τελῶν· καὶ πρὸς τούτοις, ὅτι Θεὸς πρυτανεύει τὰ σύμπαντα, καὶ τὸ συνοίσειν μέλλον ἀκριβέστερον ἐπιστάμενος, πρὸς τοῦτο κυβερνᾷ τὰ ἀνθρώπεια. Ταῦτα ὡς ἐν ἐπιστολῆς μέτρῳ γέγραφα, παρακαλῶν τὴν ὑμε τέραν μεγαλοφυΐαν χαρίσασθαι πᾶσιν ἡμῖν τὴν ὑμετέραν ὑγείαν, ἣν οἶδεν εὐθυμία φυλάττειν, ἀθυμία δὲ λύειν. ∆ιὰ γάρ τοι τοῦτο καὶ τὴν ἐπιστολὴν ἔγραψα, τῆς κοινῆς προμη θούμενος ὠφελείας. 66 ΑΕΡΙΩ ΣΟΦΙΣΤΗ. Εἰς τὴν τριπόθητον ὑμᾶς πανήγυριν ἡ τετοκυῖα καὶ θρεψα μένη καλεῖ. Ὁ γὰρ ἱερὸς σηκὸς καὶ τὸν ὄροφον ἔλαβε, καὶ τὸν προσήκοντα κόσμον προσέλαβε καὶ τοὺς οἰκήτορας οἷς ἐδομήθη ποθεῖ. Ἀπόστολοι δὲ οὗτοι καὶ προφῆται, Παλαιᾶς καὶ Καινῆς ∆ιαθήκης μεγαλόφωνοι κήρυκες. Κοσμήσατε τοίνυν τῇ παρου σίᾳ τὴν ἑορτήν, καὶ τὰς ἐκ ταύτης ἀναβλυζούσας εὐλογίας ἀρύσασθε καὶ θυμηρεστέραν ἡμῖν ἐργάσασθε τὴν πανήγυριν. 67 ΜΑΡΑΝΑ.