27
σόφισμα; Αὐτὴν ἑαυτῇ συγκρίνει, ἵνα πᾶσι δὴ ἀνεκτὰ δόξῃ λέγειν, οὐχὶ πρὸ τῶν αἰώνων λέγων αὐ τὴν μὴ εἶναι, οὐδὲ ἁπλῶς μὴ εἶναι, ἀλλὰ πρὸ τῆς ἰδίας συστάσεως. Τὴν δὲ τοῦ Πατρὸς οὐσίαν, εἰπέ μοι, πρεσβυτέραν εἶναι σὺ φῂς τῆς ἰδίας συστάσεως; Εἰ μὲν γὰρ οὐχ ὑποβάλλει χρόνοις τοῦ Υἱοῦ τὴν οὐ σίαν, οὐδὲ τὸ πρότερον κατὰ τοῦτον τὸν λόγον ἐπι νοεῖ, μάταιος μὲν αὐτῷ καὶ ἀργὸς ὁ λόγος, διό περ οὐδὲ ἀποκρίσεως ἄξιος. Οὐχ ἧττον μέντοι καὶ ἐπὶ τοῦ Θεοῦ τῶν ὅλων ὑπάρξει τοῖς βουλομένοις με τακομίζειν τὴν ματαιότητα. Τό τε γὰρ οὐκ εἶναι λέ γειν τὸν Θεὸν πρὸ τῆς ἰδίας συστάσεως, καὶ τὸ εἶναι λέγειν πρὸ ἑαυτοῦ, τῆς αὐτῆς ἐστιν ἀφροσύνης. Εἰ δὲ χρονικῶς ἐπὶ τῆς οὐσίας τοῦ Υἱοῦ τὸ πρότερον δέχεται, καὶ ἐκ μὴ ὄντων φήσει τὴν οὐσίαν αὐτοῦ 29.593 γεγεννῆσθαι, μᾶλλον δὲ αὐτὸν τὸν Υἱόν· οὐδὲν γὰρ διαφέρει πρός γε αὐτὴν τὴν διάνοιαν οὕτως ἢ οὕτω λέγειν· πρῶτον μὲν χρόνον [χρόνων] δεύτερον τίθεται, εἰ δὲ βούλει, καὶ αἰώνων, τὸν ποιητὴν τῶν αἰώνων· ἔπειτα μέντοι ἀκολουθῶν ταῖς ἑαυτοῦ βλασφημίαις, καὶ τὸν Πατέρα φήσει, οὐκ ὄντα Πατέρα τὸ ἐξ ἀρχῆς, εἶτα ὕστερον γεγονέναι. Καίτοι εἰ μὲν καλὸν καὶ πρέπον τῇ μακαριό τητι τοῦ Θεοῦ τὸ εἶναι Πατέρα, πῶς οὐκ ἐξ ἀρχῆς τὸ πρέπον αὐτῷ παρῆν; Ἢ γὰρ ἀγνοίᾳ τοῦ βελτίονος, ἢ ἀδυναμίᾳ πάντως λογιοῦνται τὴν ἔλλειψιν· ἀγνοίᾳ μὲν, εἴπερ ὕστερον ἐξεῦρε τὸ βέλτιον, ἀδυναμίᾳ δὲ, εἴπερ εἰδὼς καὶ συνιεὶς ἀπετύγχανε τοῦ καλλίστου. Εἰ δὲ (ὃ μὴ θέμις εἰπεῖν) οὐ καλὸν αὐτῷ τὸ εἶναι Πατέρα, τίνος ἕνεκεν ἐκ μεταβολῆς τὸ χεῖρον προ είλετο; Ἀλλὰ τρέποιτο μὲν εἰς τοὺς αἰτίους ἡ βλασφημία· ὁ δὲ Θεὸς τῶν ὅλων ἐξ ἀπείρου ἐστὶ Πατὴρ, οὐκ ἀρξάμενός ποτε τοῦ εἶναι Πατήρ. Οὔτε γὰρ τῇ τῆς δυνάμεως ἐνδείᾳ πρὸς τὴν ἐκπλήρωσιν τοῦ θελήματος ἐκωλύετο, οὔτε αἰώνων τινῶν περίοδος ἀνέμενεν, ἵνα, ὥσπερ ἐπὶ τῶν ἀνθρώπων καὶ τῶν λοιπῶν ζώων, μετὰ τὴν τῆς ἡλικίας συμπλήρωσιν τῆς εἰς τὸ γεννᾷν αὐτῷ δυνάμεως προσελθούσης, τὸ σπουδαζόμενον περιγένηται (μαινομένων γὰρ ταῦτα καὶ ἐννοῆσαι καὶ φθέγξασθαι), ἀλλὰ τῇ ἑαυτοῦ ἀϊδιότητι συμπαρεκτεινομένην ἔχει τὴν (ἵν' οὕτως ὀνομάσω) πατρότητα. Οὐκοῦν καὶ ὁ Υἱὸς, πρὸ αἰῶνος ὢν, καὶ ἀεὶ ὢν, οὐκ ἤρξατο τοῦ εἶναί ποτε, ἀλλ' ἀφ' οὗ Πατὴρ, καὶ Υἱὸς, καὶ εὐθὺς τῇ τοῦ Πατρὸς ἐννοίᾳ ἡ τοῦ Υἱοῦ συνεισέρχεται. Ὁ γὰρ Πατὴρ Υἱοῦ Πατὴρ δηλονότι. Ἀρχὴ μὲν οὖν Πατρὸς οὐδεμία, ἀρχὴ δὲ τοῦ Υἱοῦ ὁ Πατήρ· μέσον δὲ τούτων οὐδέν. Πῶς οὖν οὐκ ἦν τὸ ἐξ ἀρχῆς (τοῦτο γάρ ἐστι τὸ, πρὸ τῆς ἰδίας συστάσεως, ἐν σοφίσμασι λεγό μενον παρὰ τούτων) ὁ μηδὲν ἔχων προεπινοούμενον ἑαυτοῦ, εἰ μὴ τὸν ἐξ οὗ ἔχει τὸ εἶναι, οὐ διαστήματι ὑπερέχοντα, ἀλλὰ τῇ αἰτίᾳ προτεταγμένον; Εἰ τοίνυν ἀΐδιος ἡ τοῦ Υἱοῦ κοινωνία πρὸς τὸν Θεὸν καὶ Πατέρα ἀναπέφανται, τῆς διανοίας ἡμῶν ἀπὸ τοῦ Υἱοῦ δι' οὐδενὸς κενοῦ πρὸς τὸν Πατέρα χωρούσης, ἀλλ' ἀδιαστάτως τὸν Υἱὸν τῷ Πατρὶ συναπτούσης, ὁ μηδενὶ μέσῳ διοριζόμενος τίνα ἔτι παρείσδυσιν κατα λείπει τῇ πονηρᾷ βλασφημίᾳ τῶν λεγόντων, ἐκ τοῦ μὴ ὄντος αὐτὸν εἰς τὸ εἶναι παρῆχθαι; Ἔπειτα μέντοι καὶ τῆς ἀνοίας αὐτοὺς θαυμά 29.596 σαι ἄξιον, οὐ συνιέντας, ὅτι, ἐκ μὴ ὄντων λέγοντες τὸν Υἱὸν, οὐ τοῦ Πατρὸς μόνον νεώτερον ἀποφαίνου σιν, ἀλλὰ καὶ τοῦ, ᾧ τὸν Μονογενῆ ἀπὸ τοῦ Πα τρὸς διορίζουσιν. Ἀνάγκη γὰρ, εἴπερ τι εἴη με ταξὺ Πατρὸς καὶ Υἱοῦ, πρεσβύτερον εἶναι τοῦτο τῆς ὑπάρξεως τοῦ Υἱοῦ. Τί οὖν ἂν εἴη τοῦτο; Τί ἄλλο γε ἢ αἰὼν πάντως ἢ χρόνος; Ὁ γάρ τοι περισ σοτέραν τὴν τοῦ Πατρὸς ζωὴν τῆς τοῦ Μονογενοῦς ἐννοῶν, τίνι γε ἄλλῳ παραμετρῶν, εὑρηκέναι ἂν εἴποι τὸ περισσὸν, ἢ οὐχὶ αἰώνων ἢ χρόνων τινῶν διαστήματι; Εἰ δὲ τοῦτο ἀληθὲς, ψευδὴς ἡ λέ γουσα Γραφὴ τοὺς αἰῶνας δι' αὐτοῦ γεγενῆσθαι, καὶ ἡ διδάσκουσα, ὅτι πάντα δι' αὐτοῦ ἐγένετο· τοῖς πᾶσι, δηλονότι, ἐμπεριειλημμένων καὶ τῶν αἰώνων. Εἰ δὲ φήσουσι μὴ ἀπαρνεῖσθαι πρὸ τῶν αἰώνων τὸν Υἱὸν γεγεννῆσθαι, μὴ λανθανέτωσαν, ὃ τῷ λόγῳ συγχωροῦσι, κατὰ ἀλήθειαν ἀφαιρούμενοι. Ἐρωτή σωμεν γὰρ αὐτοὺς τοὺς ἐκ μὴ ὄντων παράγον τας τοῦ Μονογενοῦς τὴν οὐσίαν· Ὅτε οὐκ ἦν,