1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

27

Σὸν μὲν ἔργον, ὦ ἄριστε, τὸ καὶ τοὺς ἄλλους εἰς τὴν τῶν ἐγκαινίων πανήγυριν καλεῖν. Ἐκ γὰρ τῆς σῆς σπουδῆς τε καὶ προθυμίας καὶ ὁ θεῖος ἐδομήθη σηκὸς καὶ οἱ μεγαλόφωνοι τῆς ἀληθείας ἀφίκοντο κήρυκες οἱ τοῦτον οἰκήσοντες καὶ τοὺς πιστῶς προσιόντας φρουρήσοντες. Γράφω δὲ ὅμως σημαίνων τῆς ἑορτῆς τὸν καιρόν. 68 ΕΠΙΦΑΝΙΩ. Ἐβουλόμην μὴ μόνον ὡς πολίτας, ἀλλὰ καὶ ὡς ὁμοπίστους ὑμᾶς καὶ ὁμοσκήνους, εἰς τὴν τῶν ἁγίων ἀποστόλων καὶ προ φητῶν συγκαλέσαι πανήγυριν· ἀλλ' οὐκ ἐᾷ τὸ τῆς προλήψεως πάθος. Οὗ δὴ χάριν τὰ τῆς ἐνεγκούσης μόνα προβάλλομαι δίκαια, καὶ παρακαλῶ τῆς ἀξιεράστου τῶν ἁγίων ἀποστόλων καὶ προφητῶν μεταλαχεῖν εὐλογίας. Ταύτην γὰρ τὴν μετάλη ψιν οὐδεμία κωλύει διχόνοια. 69 ΕΥΓΡΑΦΙΑ. Εἰ μή με τὰ τῆς ἀνάγκης κατεῖχε δεσμά, εὐθὺς ἂν ἔδραμον, τὴν κοίμησιν γνοὺς τοῦ μεγαλοπρεποῦς καὶ ἀοιδίμου ὁμοζύγου τῆς σῆς θαυμασιότητος. Παμπόλλας γὰρ ὑμῖν ὀφείλω χάριτας, διαφόρως ἐγὼ παντοδαπῆς τιμῆς παρ' ὑμῶν ἀπολαύσας. Ἐπειδὴ δὲ ἄκων ἐκωλύθην ἀποδοῦναι τὸ χρέος, ἄτοπον ᾠήθην γράμματα πέμψαι παρ' αὐτὴν τὴν τοῦ πένθους ἀκμήν, οὔτε τοῦ γραμματοφόρου συντυχεῖν δυναμένου τῇ σεμνοπρεπείᾳ τῇ σῇ, οὔτε τῆς ὀδύνης συγχωρούσης τοῖς γράμμασιν ἐντυ χεῖν. Τοῦ δὲ λογισμοῦ λοιπὸν χώραν ἐσχηκότος ἀνανῆψαι, καὶ ἄγξαι τὸ πάθος, καὶ κολάσαι τοῦ πένθους τὴν ἀμετρίαν, ἐθάρρησα γράψαι καὶ τὴν σὴν παρακαλέσαι θαυμασιότητα, καὶ τὴν ἀνθρωπείαν φύσιν ἐπεσκεμμένην, καὶ τὸ κοινὸν τοῦ πάθους λογιζομένην, καὶ πρὸς τούτοις τὰ θεῖα πεπαιδευμένην, μετρῆ σαι τῇ πίστει τὴν ἀθυμίαν. Οὐ γὰρ ἀπέθανεν ὁ πάντα ἄριστος ἐκεῖνος ἀνήρ, κατὰ τὴν τοῦ Κυρίου φωνήν, ἀλλὰ καθεύδει ὕπνον τοῦ συνήθους μακρότερον. Ταύτην γὰρ ἡμῖν ὁ ∆εσπότης δέδωκε τὴν ἐλπίδα· ταύτην ἐκ τῶν θείων λογίων δεδέγμεθα τὴν ὑπόσχεσιν. Οἶδα μὲν οὖν, ὡς ἀνιαρὸν ὁ χωρι σμός, καὶ λίαν ἀνιαρόν, καὶ διαφερόντως ὅταν καὶ ἠθῶν εὐαρμοστία, καὶ χρόνος μακρότερος τὴν φιλίαν αὐξήσῃ· ἀλλ' ἀποδημίας ἔστω, μὴ τελευτῆς, ἡ λύπη. ∆ιαφερόντως δὲ τοῖς ἐν εὐσεβείᾳ τεθραμμένοις ἡ τοιαύτη προσήκει φιλοσοφία· ᾗ καὶ τὴν ὑμετέραν σεμνοπρέπειαν κοσμηθῆναι παρακαλῶ. Προσφέρω δὲ τὴν παραίνεσιν, οὐχ ὡς ἀναλγησίαν νοσῶν· τῷ ὄντι γὰρ ἤλγησα τὴν ψυχήν, τῆς φίλης ἐμοὶ κεφαλῆς τὴν ἐκδημίαν μεμαθηκώς. Ἀλλ' εἰς νοῦν ἔβαλον τῶν ὅλων τὸν Πρύτανιν, καὶ τὴν ἄρρητον αὐτοῦ σοφίαν, τὴν ἅπαντα πρὸς τὸ συμφέρον οἰκονομοῦσαν. Καὶ τὴν σὴν παρακαλῶ θαυμασιό τητα ταῦτα δὴ λογίζεσθαι, καὶ τοῦ πάθους περιγενέσθαι, καὶ τὸν πάντων ἡμῶν ∆εσπότην ὑμνῆσαι Θεόν· ἀρρήτῳ γὰρ προ μηθείᾳ κεχρημένος τὰ καθ' ἡμᾶς κυβερνᾷ. 70 ΕΥΣΤΑΘΙΩ ΕΠΙΣΚΟΠΩ ΑΙΓΩΝ. Τραγῳδίας ἄξιον τὸ κατὰ τὴν εὐγενεστάτην Μαρίαν διήγημα. Αὕτη γάρ ἐστι μὲν θυγάτηρ τοῦ μεγαλοπρεπεστάτου Εὐδαίμονος, ὡς καὶ αὐτή φησι καὶ ἄλλοι τινὲς μεμαρτυρήκα σιν. Ἐν δὲ τῇ καταλαβούσῃ συμφορᾷ τὴν Λιβύην, τῆς προγο νικῆς ἐλευθερίας ἐξέπεσε, καὶ εἰς δουλείαν μετέπεσεν. Ἔμπο ροι δέ τινες, αὐτὴν παρὰ τῶν βαρβάρων πριάμενοι, διεπώλησάν τισι τὴν ἡμετέραν οἰκοῦσιν. Συνεπράθη δὲ αὐτῇ καὶ παιδίσκη, πάλαι τὴν οἰκετικὴν τάξιν ἔχουσα παρ' αὐτῇ· κοινῇ τοίνυν εἷλκον τὸν πικρὸν τῆς δουλείας ζυγόν, ἥ τε θεράπαινα καὶ ἡ δέσποινα. Ἀλλ' οὐκ ἠθέλησεν ἀγνοῆσαι τὸ