1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

28

ὥς φατε, τί ἦν ἐκεῖνο τὸ διάστημα; τίνα αὐτῷ προσηγο ρίαν ἐπινοήσετε; Ἡ μὲν γὰρ κοινὴ συνήθεια ἢ χρό νοις ἢ αἰῶσιν ἅπαν διάστημα ὑποβάλλει· ἐπειδὴ ὅπερ ἐν τοῖς αἰσθητοῖς ὁ χρόνος, τοῦτο ἐν τοῖς ὑπερ κοσμίοις ἡ τοῦ αἰῶνος φύσις ἐστίν. Οὗτοι δὲ, εἴ τι τρίτον ἐκ τῆς ἑαυτῶν σοφίας ἐπινοοῦσι, λεγέτωσαν. Ἕως δ' ἂν σιωπῶσι, μὴ λανθανέτωσαν δευτέραν αἰώνων τὴν τοῦ Μονογενοῦς οὐσίαν τιθέμενοι. Εἰ γὰρ ἦν τι διάστημα πρεσβύτερον τοῦ Υἱοῦ, συμπαρ εκτεινόμενον τῇ ζωῇ τοῦ Πατρὸς, ἕν τι τούτων ἦν δηλονότι. Ἀλλ' οὔτ' ἔστιν, οὔτε μὴ γένηται ἔννοια πρεσβυτέρα τῆς τοῦ Μονογενοῦς ὑποστάσεως. Παν τὸς γὰρ τοῦ δυναμένου εἰς ἀρχαιότητος λόγον ἐπι νοεῖσθαι ἀνωτέρα ἡ ὕπαρξις τοῦ Θεοῦ Λόγου τοῦ ἐν ἀρχῇ ὄντος πρὸς τὸν Θεὸν εὑρεθήσεται. Κἂν, μυρίαις φαντασίαις ἑαυτὸν ἐξαπατήσας ὁ νοῦς, καὶ τοῖς τῶν ἀνυπάρκτων ἀναπλασμοῖς ἐπιβάλλων, τὰ μὴ ὄντα περινοῇ, οὐδεμίαν τῶν πασῶν μηχανὴν ἐξευρή σει, δι' ἧς δυνήσεται τῆς ἀρχῆς τοῦ Μονογενοῦς ἑαυ τὸν ὑπερθεῖναι· καὶ κατωτέραν τοῦ ἰδίου κινήματος τὴν ζωὴν καταλιπεῖν τῆς αὐτοζωῆς· καὶ τῷ ἰδίῳ λόγῳ τοῦ Θεοῦ Λόγου τὴν ἀρχὴν ὑπερβῆναι· καὶ αἰῶνας ἐποπτεῦσαι ἐρήμους τοῦ Θεοῦ τῶν αἰώ νων. 29.597 Ἀφαιρούμενος δὲ τὴν ὀφειλομένην τῷ Μονο γενεῖ δόξαν, σκοπεῖτε ποίοις αὐτὸν ἀποσεμνύνει λό γοις. {ΕΥΝ.} Ἔστι δὲ, φησὶν, ἡ οὐσία τοῦ Υἱοῦ γεννηθεῖσα πρὸ πάντων, γνώμῃ τοῦ Θεοῦ καὶ Πατρός. {ΒΑΣ.} Τοῦτο μέγα προστίθησι τῷ Υἱῷ, τὸ πρεσβύ τερον εἶναι τῆς κτίσεως, καὶ τῶν ποιημάτων αὐτὸν τῶν ἑαυτοῦ προϋπάρχειν, ἀρκοῦν εἰς δόξαν τῷ ∆η μιουργῷ τῶν ὅλων τιθέμενος τὸ κτισμάτων αὐ τὸν τῶν ἑαυτοῦ προτετάχθαι. Τῆς γὰρ πρὸς τὸν Θεὸν καὶ Πατέρα κοινωνίας τὸ εἰς αὐτὸν ἧκον ἀλλο τριώσας, ἐν τῇ τῶν κτισμάτων προτιμήσει τὴν δόξαν αὐτῷ μαρτυρεῖ. Εἶτα πρὸς τὸ ἀναίσχυντον τὴν βλασφημίαν ἐκφέρων ταῖς ἀφύκτοις ἡμᾶς, ὡς οἴεται, τῶν λογισμῶν ἀνάγκαις περιστοιχίζεται. {ΕΥΝ.} Ἤτοι γὰρ ὄντα, φησὶν, ἐγέννησεν ὁ Θεὸς τὸν Υἱὸν, ἢ οὐκ ὄντα. Ἀλλ' εἰ μὲν οὐκ ὄντα, μηδείς μοι φησὶ, τόλμαν ἐπεγκαλείτω· εἰ δὲ ὄντα, οὐκ ἀτοπίας μόνον καὶ βλασφημίας, ἀλλὰ καὶ πάσης εὐηθείας ὑπερβολὴν ὁ λόγος ἔχει· τῷ γὰρ ὄντι οὐ δεῖ γεννήσεως. {ΒΑΣ.} Τὸ μὲν οὖν πολυθρύλλητον σόφισμα, τὸ πά λαι μὲν ἐξευρεθὲν παρ' ἑτέρων, τελείως δὲ νῦν ἐν ταῖς ἀπηρυθριασμέναις καὶ ἀναισχύντοις γλώσσαις ὑπὸ τούτων ἐξεργασθὲν, τοῦτό ἐστιν. Ἡμεῖς δὲ πρῶτον ἐκεῖνο τοὺς ἀκροατὰς ὑπομνήσομεν, ὅτι οὗτός ἐστιν ὁ διὰ τὴν τῶν πολλῶν ἄγνοιαν ἀνθρωπι κῶς ἐξακουόντων τῆς γεννήσεως τοῦ Υἱοῦ εἰς ἀνάγ κην ἐληλυθὼς τῶν λόγων τούτων· οὗτος ὁ ἀπὸ τῶν σωματικῶν ἐννοιῶν ἐπὶ τὴν πνευματικὴν θεωρίαν τὰς ἀπαιδεύτους ψυχὰς ἐπανάγων· ὃς, ἐπειδὴ τὰ γεννώ μενα ζῶα οὐκ ὄντα πρότερον, εἶτα γεννᾶται, καὶ ὁ σήμερον γεννηθεὶς χθὲς οὐχ ὑπῆρχε, ταύτην καὶ ἐπὶ τὴν τοῦ Μονογενοῦς ὑποστάσεως τὴν ἔννοιαν μεταφέρει. Καὶ ἐπειδὴ γεγέννηται, φησὶν, οὐχ ὑπῆρχε πρὸ τῆς γεννήσεως. Οὕτω μεγαλοφυῶς τὴν γέννησιν ἡμῖν τοῦ Μονογενοῦς θεολογεῖ, καὶ διὰ τοιού των λόγων τὰ ἀῤῥωστήματα τῶν ἀδελφῶν ἡμῶν ἐπ ανορθοῦται, ἄξιος ὢν, εἴπερ τις, ἀκοῦσαι τῆς παροι μίας, ὅτι Ἰατρὲ, θεράπευσον σεαυτόν. Τίνα μέντοι καὶ παραμυθίαν τῆς ἀτόπου ταύτης νόσου τῶν λο γισμῶν αὐτῷ προσενέγκωμεν ἢ τὰ παρὰ τοῦ ἁγίου Πνεύματος διὰ τοῦ μακαρίου Ἰωάννου λαληθέντα ἡμῖν, ὅτι Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος; ∆ιὰ τούτων τῶν δύο ῥήσεων ἀπέκλεισεν ὁ εὐαγγελιστὴς, μιᾶς ἀν 29.600 υπερβάτου καὶ ἑτέρας ἀνεκβάτου. Οὔτε γὰρ ἀρ χῆς ἐστί τι ἐπινοῆσαι πρεσβύτερον· οὐ γὰρ ἔτι ἂν εἴη ἀρχὴ, εἴπερ ἔχοι τι ἑαυτῆς ἐξώτερον· οὔτε τὸ Ἦν διαβάντας τῷ λογισμῷ, εἰς τὸ ὅτε οὐκ ἦν δυνατὸν ὑπερκύψαι. Ἀθέτησις γάρ ἐστι τοῦ Ἦν, ἡ τοῦ ὅτι οὐκ ἦν ἐπίνοια. Εἰ μὲν γὰρ ἡ ἀρχὴ τῶν πρὸς ἕτερον λεγομένων ἦν, ὡς τὸ ἀρχὴ σο φίας, καὶ ἀρχὴ ὁδοῦ ἀγαθῆς, καὶ, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς, ἦν ἃν τυχὸν, τοῦ ἐκ τοιαύτης ἀρχῆς ὑφεστῶτες, δι' ἐνθυμήσεως ὑπερβῆναι τὴν γέννησιν· ἐπειδὴ δὲ τὸ σημαινόμενον τοῦτο τῆς ἀρχῆς