29
ἑορτάζειν τὴν μνήμην· ἀλλὰ πᾶσα πόλις, καὶ πᾶσα κώμη, καὶ ἀγροί, καὶ ἐσχατιαί, τῆς θείας ἐνεπλήσθησαν χάριτος· καὶ ἐν παντὶ τόπῳ σηκοὶ θεῖοι καὶ τεμένη καθιερῶνται τῷ τῶν ὅλων θεῷ. ∆ιά τοι τοῦτο καὶ κατὰ πόλεις διῃρημένοι πανηγυρίζο μεν, καὶ αὖ πάλιν κοινωνοῦμεν ἀλλήλοις τῶν ἑορτῶν. Τὸν γὰρ αὐτὸν Θεόν τε καὶ ∆εσπότην τοῖς ὕμνοις γεραίρομεν, καὶ τὰς μυστικὰς αὐτῷ θυσίας προσφέρομεν. Τούτου δὴ χάριν καὶ διὰ γραμμάτων ἀλλήλους οἱ γειτονεύοντες προσφθεγγόμεθα, τὴν ἐκ τῆς ἑορτῆς ἐγγινομένην θυμηδίαν σημαίνοντες. Τοῦτο κἀγὼ νῦν ποιῶ, καὶ τὴν ἑορταστικὴν πρόσρησιν τῇ σῇ μεγαλοπρε πείᾳ προσφέρω. Ἀντιδώσει δὲ καὶ αὐτὴ πάντως τὴν ἴσην, καὶ τιμήσει τὸν νόμον τῆς ἑορτῆς. 73 ΑΠΟΛΛΩΝΙΩ. Θεμιστοκλέα τὸν Νεοκλέους, τὸν ἄριστον ἐκεῖνον καὶ ἀξιά γαστον στρατηγόν, θαυμάζων ὁ συγγραφεὺς φυσικὴν αὐτῷ μόνην προσμεμαρτύρηκεν ἀρετήν· Περικλέα δὲ, τὸν Ξαν θίππου, καὶ τὴν ἀπὸ τῆς παιδείας ἔφη προσειληφέναι δεινό τητα καὶ τὴν πειθὼ τοῖς λόγοις ἐπιστάζειν, καὶ ταύτῃ κατα κηλεῖν τοὺς ἀκούοντας, καὶ ἱκανὸν γενέσθαι γνῶναί τε τὰ δέοντα, καὶ ἑρμηνεῦσαι ταῦτα. Οὐδὲν γὰρ ἀπεικὸς περὶ αὐτοῦ γράφοντα τοῖς αὐτοῦ λόγοις κεχρῆσθαι. Ταῦτα καὶ τὴν σὴν λαμπρύνει μεγαλοπρέπειαν. Καὶ γὰρ δεξιάν σοι φύσιν ἔδωκεν ὁ δημιουργήσας Θεός, καὶ τῆς παιδείας ἡ μετουσία τὸ ταύτης δείκνυσι κάλλος. Οὐδὲν τοίνυν ἐλλείπει τῷ πλούτῳ τῆς ἀρε τῆς, ἢ μόνη τοῦ πεποιηκότος ἡ γνῶσις· ταύτης γὰρ προσ γενομένης, τελεοτάτην ἕξομεν τῶν ἀγαθῶν τὴν φοράν. Ταῦτα γνοὺς ὑμῶν τὴν ἄφιξιν ἐπιστέλλω, τὸν τῶν ἀγαθῶν ἀντιβο λῶν χορηγόν, καὶ φωτὸς ἀκτῖνα χαρίσασθαι τῷ τῆς ψυχῆς ὀπτικῷ, καὶ τῆς δωρεᾶς ἐπιδεῖξαι τὸ μέγεθος, καὶ τῆς κτή σεως ἐκείνης ἐξάψαι τὸν ἔρωτα, καὶ ποθήσαντι δωρήσασθαι τὸ ποθούμενον. 74 ΟΥΡΒΑΝΩ. ∆έδωκεν ἡμῖν ὁ μεγαλόδωρος ∆εσπότης καὶ ταύτης πάλιν ἀπολαῦσαι τῆς ἑορτῆς, καὶ τὴν ἑορταστικὴν πρόσρησιν πέμψαι τῇ μεγαλοπρεπείᾳ τῇ σῇ· ἣν ὑγιαίνειν τε καὶ δια λάμπειν εὐχόμεθα, καὶ τῆς ἀρρήτου καὶ θεοσδότου μεταλαχεῖν δωρεᾶς, ἣ τῶν ἐλπιζομένων ἀγαθῶν τοῖς προσιοῦσι τὰ σπέρ ματα χορηγεῖ, καὶ τῆς τέλος οὐ δεξομένης ζωῆς τε καὶ βασι λείας τὰ σύμβολα δίδωσιν. Ταῦτα τὸν φιλάνθρωπον ∆εσπότην ἀντιβολοῦμεν τῷ σῷ μεγέθει δωρήσασθαι· πεφύκασι γὰρ οἱ φιλοῦντες τὰ ἀγαθὰ τοῖς φίλοις αἰτεῖν. 75 ΤΟΙΣ ΚΛΗΡΙΚΟΙΣ ΒΕΡΟΙΑΣ. Ἔγνων ὡς εἰκότως περὶ τὴν ὑμετέραν διάκειμαι θεοσέβειαν. Πέπεικε γάρ με τῆς εὐλαβείας ὑμῶν τὰ γράμματα, ὡς ἀγαπῶν ἀνταγαπῶμαι. Πολλὰς δὲ ἔχω τῆς περὶ ὑμῶν ἀγάπης τὰς ἀφορμάς. Πρῶτον μὲν, τὸ τὸν ὑμέτερον πατέρα, τὸν μέγαν ἐκεῖνον καὶ ἀποστολικὸν ἄνδρα, καὶ ἐμὸν γεγενῆσθαι πατέρα. ∆εύτερον δέ, τὸ καὶ τὸν θεοσεβέστατον ἐπίσκοπον, τὸν νῦν τὴν ὑμετέραν Ἐκκλησίαν ἰθύνοντα, ὁμόψυχον ἔχειν καὶ γνή σιον ἀδελφόν. Τρίτον, τῶν πόλεων τὸ γειτόνημα. Τέταρτον, τὸ θαμὰ πρὸς ἀλλήλους ἡμᾶς φοιτᾶν. Ἱκανὸν δὲ τοῦτο καὶ τεκεῖν φιλίαν, καὶ τεχθεῖσαν αὐξῆσαι. Εἰ δὲ βούλεσθε, καὶ πέμπτην ἐρῶ· ἣν παρέχει συνάφειαν γλῶττα πρὸς ἀκοὴν-ἡ μὲν γὰρ προφέρει τοὺς λόγους, ἡ δὲ δέχεται τούτους-, ταύ την καὶ ἡμεῖς ἔχομεν πρὸς ὑμᾶς. Καὶ γὰρ ὑμεῖς ἥδιστα τῶν ἡμετέρων ἐπακούετε λόγων, κἀγὼ τὴν λιβάδα μου τὴν σμικρὰν