1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

32

στήλην. Καίτοι ἐκεῖ ἐπὶ τῆς στήλης τῷ Ἰακὼβ εἴρηται· Ἐγὼ Κύριος ὁ Θεὸς Ἀβραὰμ τοῦπατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ. Ὁ τοίνυν ἐνταῦθα ἄγγελος εἰρημένος, οὗτος ἐκεῖ λέγει πεφανερῶσθαι 29.612 τῷ Ἰακώβ. Παντὶ οὖν δῆλον, ὅτι ἔνθα καὶ ἄγγελος καὶ Θεὸς ὁ αὐτὸς προσηγόρευται, ὁ Μονογενής ἐστι δηλούμενος, ἐμφανίζων ἑαυτὸν κατὰ γενεὰν τοῖς ἀν θρώποις, καὶ τὸ θέλημα τοῦ Πατρὸς τοῖς ἁγίοις ἑαυ τοῦ διαγγέλλων. Ὥστε καὶ ἐπὶ τοῦ Μωϋσέως ὄντα ἑαυτὸν ὀνομάσας, οὐκ ἄλλος τις παρὰ τὸν Θεὸν Λό γον, τὸν ἐν ἀρχῇ ὄντα πρὸς τὸν Θεὸν, νοηθείη. Ἀλλ' οἱ τὴν ἀδικίαν εἰς τὸ ὕψος λαλοῦντες μὴ ὄντα προσειπεῖν τὸν Υἱὸν οὐκ ἀπώκνησαν. Καὶ Ὁ μὲν ἄφρων ἐν καρδίᾳ αὐτοῦ εἶπεν, Οὐκ ἔστι Θεός· οἱ δὲ οὐ διενοήθησαν μόνον, ἀλλὰ καὶ ἐλάλησαν ἐν πονηρίᾳ, καὶ γραφῇ παραδοῦναι εἰς τὸν ἔπειτα χρό νον οὐ παρῃτήσαντο, μὴ ὄντα τολμήσαντες τὸν Θεὸν ὀνομάσαι. Καὶ ἐπειδή γε ὁρῶσιν οὐδὲ τοὺς δαίμονας αὐτοὺς ἀπαρνουμένους τὸ εἶναι Θεὸν, οὗτοι, εἰς τὸν κατόπιν χρόνον ἐπανελθόντες τῷ λόγῳ, ἐκεῖ τὴν ἀσεβῆ ἑαυτῶν ἐπιθυμίαν ἀποπληροῦσι, μὴ εἶναί ποτε τὸν Υἱὸν βλασφημοῦντες, ὡς τῇ μὲν ἑαυτοῦ φύ σει μὴ ὄντα, χάριτι δὲ εἰς τὸ εἶναι ὑπὸ τοῦ Θεοῦ παρ αχθέντα. Εἶτα ἣν ὁ Παῦλος περὶ τῶν εἰδώλων ἀφῆκε φωνὴν, εἰπών· Ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσι θεοῖς· καὶ ὁ Ἱερεμίας· Καὶ ὤμνυσαν ἐν τοῖς μὴ οὖσι θεοῖς· καὶ ἡ σοφωτάτη Ἐσθήρ· Μὴ παρα δῷς, Κύριε, τὸ σκῆπτρόν σου τοῖς μὴ οὖσι· ταύτην οὗτοι περὶ τοῦ ἀληθινοῦ Θεοῦ εἰπόντες, πῶς ἂν δικαίως ἔτι τῆς Χριστιανῶν προσηγορίας μετα ποιοῖντο; Καὶ γάρ που καὶ ἑτέρωθι ὁ αὐτὸς οὗτος Ἀπόστολος, ὁ ἐν Πνεύματι Θεοῦ λαλῶν, μὴ ὄντα ὀνο μάζει τὰ ἕθνη διὰ τὸ τῆς γνώσεως τοῦ Θεοῦ ἐστερῆ σθαι, εἰπὼν, ὅτι Τὰ μὴ ὄντα ἐξελέξατο ὁ Θεός. Ἐπεὶ γὰρ ὢν καὶ ἀλήθεια καὶ ζωὴ ὁ Θεὸς, οἱ τῷ Θεῷ τῷ ὄντι μὴ ἡνωμένοι κατὰ τὴν πίστιν, τῇ δὲ ἀνυπαρξίᾳ τοῦ ψεύδους οἰκειωθέντες διὰ τῆς περὶ τὰ εἴδωλα πλάνης, εἰκότως, οἶμαι, διὰ τὴν στέρη σιν τῆς ἀληθείας, καὶ τὴν ἀπὸ τῆς ζωῆς ἀλλοτρίω σιν, μὴ ὄντες προσηγορεύθησαν. Ἀλλὰ καὶ τοῖς Ἐφεσίοις ἐπιστέλλων ὡς γνησίως ἡνωμένοις τῷ ὄντι δι' ἐπιγνώσεως, ὄντας αὐτοὺς ἰδιαζόντως ὠνόμα σεν, εἰπών· Τοῖς ἁγίοις τοῖς οὖσι, καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ. Οὕτω γὰρ καὶ οἱ πρὸ ἡμῶν πα 29.613 ραδεδώκασι, καὶ ἡμεῖς ἐν τοῖς παλαιοῖς τῶν ἀντι γράφων εὑρήκαμεν. Ὁ δὲ οὐδὲ ἧς οἱ δοῦλοι τοῦ Χριστοῦ προσηγορίας μετέχουσιν, οὐδὲ ταύτης ἀξιῶ σαι τὸν Θεὸν ἡμῶν ἠνέσχετο, ἀλλὰ τὸν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγόντα τὴν κτίσιν, μὴ ὄντα προσεῖπε. Πλέον δ' ἄν τις αὐτοῦ τὴν καταφρόνησιν καταμάθοι, ἐξ ὧν προσποιεῖται δῆθεν ἀπο σεμνύνειν τὸν Κύριον. {ΕΥΝ.} Οὐ κοινοποιοῦμεν, φησὶ, τοῦ Μονογενοῦς τὴν οὐσίαν πρὸς τὰ ἐκ μὴ ὄντων γενόμενα, ἐπείπερ οὐκ οὐσία τὸ μὴ ὄν· ἀλλὰ τοσαύτην αὐτῷ νέμομεν τὴν ὑπεροχὴν, ὅσην ἔχειν ἀναγκαῖον τῶν ἰδίων ποιη μάτων τὸν ποιητήν. {ΒΑΣ.} ∆ιὰ τῶν κατασκευῶν εἰς τοῦτο τὸν λόγον προαγαγὼν, τῷ ῥήματι δῆθεν φιλανθρωπεύεται, καί φησι, μὴ κοινοποιεῖν πρὸς τὰ ἐκ μὴ ὄντων τὴν οὐσίαν τοῦ Μονογενοῦς. Καίτοι εἰ ὁ Θεὸς τῶν ὅλων, διὰ τὸ ἀγέννητος εἶναι, ἀναγκαίαν ἔχει τὴν πρὸς τὰ γεννητὰ παραλλαγὴν, τὰ δὲ γεννητὰ σύμπαντα κοινὴν ἔχει τὴν ἐκ μὴ ὄντων ὑπόστασιν, πῶς οὐχὶ ἀναγκαίως ταῦτα κατὰ τὴν φύσιν συνάπτεται; Ὡς γὰρ ἐκεῖ τὸ ἀπρόσιτον διίστησι τὰς φύσεις, οὕτως ἐνταῦθα τὸ ὁμότιμον εἰς ταυτὸν ἀλλήλοις συν άγει. Ἐκ μὴ ὄντων δὲ λέγοντες τὸν Υἱὸν καὶ τὰ ὑπ' αὐτοῦ γενόμενα, καὶ κοινοποιοῦντες αὐτῶν κατὰ τοῦτο τὴν φύσιν, οὔ φασιν ὁμοίαν αὐτῷ πρὸς τὰ ἐκ μὴ ὄντων διδόναι τὴν οὐσίαν. Καὶ γὰρ αὖ καὶ τοῦτο, ὡς αὐτὸς Κύριος ὢν, ὅσον βούλεται παρέχειν τῷ Μονογενεῖ τῆς ἀξίας, οὕτω ποιεῖται τοὺς λόγους· Τοσαύτην γὰρ αὐτῷ νέμομεν, φησὶ, τὴν ὑπεροχὴν, ὅσον ὑπερέχειν ἀναγκαῖον τῶν ἰδίων ποιημάτων τὸν ποιητήν. Οὐκ εἶπε, Κατειλήφαμεν ἢ δοξάζομεν, ὡς ἐπὶ Θεοῦ προσῆκον ἦν· ἀλλὰ, Νέμομεν, ὡς αὐ τὸς τοῦ μέτρου τῆς διανομῆς κατάρχων. Πόσην δὲ καὶ δίδωσι τὴν ὑπεροχήν; Ὅσον ὑπερέχειν, φησὶν, ἀναγκαῖον τῶν ἰδίων ποιημάτων τὸν ποιητήν.