1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

33

Οὔπω τοῦτο τῆς κατὰ τὴν οὐσίαν διαφορᾶς τὴν μαρτυρίαν ἔχει. Ἄνθρωποι γὰρ τέχνῃ μὲν ὑπερέχουσι τῶν οἰ κείων ἔργων, ὁμοούσιοι δὲ ὅμως αὐτοῖς καθεστήκα σιν· ὡς ὁ κεραμεὺς τῷ πηλῷ, καὶ ὁ ναυπηγὸς τοῖς ξύλοις. Σώματα γὰρ ὁμοίως ἀμφότερα, καὶ αἰσθητὰ ὁμοίως, καὶ γήινα. Τοσοῦτον δὲ τῷ Υἱῷ πρὸς τὴν κτίσιν τὸ διάφο ρον συγχωρῶν, ἤδη καὶ περὶ αὐτὴν τὴν ἔννοιαν τοῦ Μονογενοῦς κακουργεῖ. {ΕΥΝ.} ∆ιὰ τοῦτο γὰρ, φησὶ, Μονογενὴς, ἐπειδὴ, μόνος παρὰ μόνου τῇ τοῦ ἀγεννήτου δυνάμει γεννηθεὶς καὶ κτισθεὶς, τελειότατος γέγονεν ὑπουρ γός. 29.616 {ΒΑΣ.} Οὐκ οἶδα πρὸς ὅ τι χρὴ πλέον τῶν εἰρημέ νων ἀγανακτῆσαι· πότερον διὰ τὴν πανουργίαν, ἢν περὶ τὸ ὄνομα τοῦ Μονογενοῦς ἐκακούργησε, παρά τε τὴν τῶν ἀνθρώπων συνήθειαν καὶ παρὰ τὴν εὐ σεβῆ τῶν Γραφῶν παράδοσιν ἐκλαμβάνων αὐτοῦ τὴν διάνοιαν (Μονογενὴς γὰρ οὐχ ὁ παρὰ μόνου γενόμε νος, ἀλλ' ὁ μόνος γεννηθεὶς, ἐν τῇ κοινῇ χρήσει προσαγορεύεται)· ἢ περὶ τῆς τοῦ κτίσματος βλασφημίας, ἣν ἐξεπίτηδες συνῆψε τῷ γεννηθείς· ἵνα δείξῃ, ὅτι οὐδὲν διαφερόντως παρὰ τὰ κτίσματα τῆς τοῦ γεγεννῆσθαι προσηγορίας μέτεστι τῷ Κυρίῳ· ἀλλ' ὥσπερ τὸ, Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, καὶ τὸ, Υἱὸς πρωτότοκός μου Ἰσραήλ· οὕτω καὶ τὸν Κύ ριον Υἱὸν ὠνομάσθαι, οὐχὶ ἔχοντα τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἀλλ' ἐξ ἴσου τοῖς ἄλλοις τῆς προσηγορίας ἀξιωθέντα. Οἱ δὲ πρὸς τὴν τοῦ Σολομῶντος καταφεύ γουσι λέξιν· κἀκεῖθεν, ὥσπερ ἐξ ὁρμητηρίου τινὸς, τῆς πίστεως κατατρέχουσι. ∆ιὰ γὰρ τὸ ἐκ προσώπου τῆς Σοφίας εἰρῆσθαι τὸ, Κύριος ἔκτισέ με, ἐξεῖ ναι αὐτοῖς κτίσμα λέγειν τὸν Κύριον ὑπειλήφασιν. Ἐγὼ δὲ πολλὰ ἔχων εἰπεῖν περὶ τῆς φωνῆς ταύτης· πρῶτον μὲν, ὅτι ἅπαξ ἐν πάσαις ταῖς Γραφαῖς εἴρη ται ἔπειθ', ὅτι ἐν βίβλῳ πολὺ τὸ κεκρυμμένον τῆς διανοίας ἐχούσῃ, καὶ διὰ παροιμιῶν τε καὶ παρα βολῶν καὶ σκοτεινῶν λόγων καὶ αἰνιγμάτων ὡς τὰ πολλὰ προηγμένῃ, ὥστε μηδὲν ἀναμφισβήτητον μηδὲ τηλαυγὲς ἀπ' αὐτῆς εἶναι λαβεῖν· παρίημι λέγειν, ἵνα μὴ μακροτέροις ἐπεισοδίοις τὸν λόγον ἀπομηκύναιμι, ἄλλως τε καὶ ἐν ἰδίῳ τόπῳ τῆς περὶ τῶν κακῶς αὐτοῖς νοηθέντων ἐξετάσεως ἡμῖν ὑπερτεθείσης, ἐν ᾧ καὶ τοῦτο τὸ μέρος, Θεοῦ διδόντος, διευθυνθήσεται. Καὶ οἶμαί γε, ὅ τι σὺν Θεῷ δὲ εἰρήσθω, πολλῷ ἀκολου θοτέραν ἔννοιαν τῆς προκειμένης λέξεως, καὶ μηδένα κίνδυνον φέρουσαν ἀναφανήσεσθαι τῇ ἐξετάσει. Τέως γε μὴν μηδὲ ἐκεῖνο ἀπαρασήμαντον καταλίπωμεν· ὅτι ἄλλοι τῶν ἑρμηνέων, οἱ καιριώτερον τῆς ση 29.617 μασίας τῶν Ἑβραϊκῶν καθικόμενοι, Ἐκτήσατό με, ἀντὶ τοῦ, Ἔκτισεν, ἐκδεδώκασιν. Ὅπερ μέγιστον αὐτοῖς ἐμπόδιον ἔσται πρὸς τὴν βλασφημίαν τοῦ κτί σματος. Ὁ γὰρ εἰπὼν, Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ, οὐχὶ κτίσας τὸν Κάϊν, ἀλλὰ γεννήσας, ταύτῃ φαίνεται χρησάμενος τῇ φωνῇ. Ἀλλ' ἐπὶ τὸ ἐξ ἀρχῆς ἐπανίωμεν. {ΕΥΝ.} ∆ιὰ τοῦτο, φησὶ, Μονογενὴς, ἐπειδὴ, παρὰ μόνου γεννηθεὶς καὶ κτισθεὶς, τελειότατος γέγονεν ὑπουργός. {ΒΑΣ.} Εἰ τοίνυν μὴ παρὰ τὸ μόνος γεγεννῆσθαι, ἀλλὰ διὰ τὸ παρὰ μόνου Μονογενὴς εἴρηται, ταυτὸν δέ ἐστι κατὰ σὲ τὸ ἐκτίσθαι τῷ γεγεννῆσθαι· τί οὐχὶ καὶ μονόκτιστον αὐτὸν ὀνομάζεις, ὦ πάντα σὺ ῥᾳδίως καὶ διανοούμενος καὶ ἐκφέρων; Μονογενὴς δὲ, ὡς ἔοικεν, ἀνθρώπων οὐδεὶς, κατά γε τὸν ἡμέτερον λόγον διὰ τὸ ἐκ συνδυασμοῦ πᾶσιν ὑπάρχειν τὴν γέν νησιν. Οὐδὲ ἡ Σάρα μήτηρ μονογενοῦς ἦν παιδὸς, διότι οὐχὶ μόνη αὐτὸν, ἀλλὰ μετὰ τοῦ Ἀβραὰμ ἐτε κνώσατο. Καὶ ἐάν γε κρατῇ τὰ ὑμέτερα, ἀνάγκη ὅλον τὸν βίον μεταμαθεῖν, μὴ μονώσεως ἀδελφῶν, ἀλλ' ἐρημίας τῶν συντικτόντων δηλωτικὸν εἶναι τοὔ νομα. Ἤδη δὲ καὶ ἡ κτίσις παρὰ τὴν αἰτίαν τοῦ Θεοῦ Λόγον πρὸς τὴν ἀξίαν ἠλάττωται, παρὰ τοσοῦτον τοῦ καὶ αὐτὴ μονογενὴς εἶναι διαμαρτοῦσα, παρ' ὅσον ὁ Υἱὸς τῆς δημιουργίας τῷ Πατρὶ συνεφήψατο· καί τοιγε οὐδὲ τοῦτο παρ' αὐτῶν συγχωρεῖται. Ὑπουργὸν γὰρ τελειότατον αὐτὸν ὀνομάζουσι. Πῶς οὖν οὐχὶ παρὰ μόνου καὶ ἡ κτίσις γέγονε καθ' ὑμᾶς, οἷόν τι ὄργανον ἄψυχον τὸν Θεὸν Λόγον τῷ Πατρὶ προστιθέντας, εἰ μὴ καὶ τὸν ναυπηγὸν ἀφαιρήσεταί τις