1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

33

κυβερνήτου καὶ στρατηγοῦ καὶ ποιμένος σπου δὴν ἀναδέξασθαι, καὶ πάντα κίνδυνον ὑπὲρ τῶν τοῦ Χριστοῦ προβάτων μεθ' ἡδονῆς καταδέξασθαι, καὶ μὴ καταλιπεῖν ἔρημα κηδεμόνος τὰ θρέμματα· ἀλλὰ καὶ τὸ συντετριμμένον κατα δῆσαι, καὶ τὸ πεπτωκὸς ἀνορθῶσαι, καὶ τὸ πλανώμενον ἐπι στρέψαι, καὶ τὸ ὑγιαῖνον τῇ ὑγιείᾳ φυλάξαι, καὶ τοὺς ἀγαθοὺς ποιμένας μιμήσασθαι, οἳ πρὸ τῶν ποιμνίων ἑστᾶσι, καὶ τὸν πρὸς τοὺς λύκους ἀναδέχονται πόλεμον. Ἀναμνησθῶμεν δὲ καὶ τῶν τοῦ πατριάρχου Ἰακὼβ ῥημάτων, ἃ τοῦ κηδεστοῦ τὴν ἀχαριστίαν διελέγχων προσήνεγκεν. Ἐγὼ ἤμην συγκαιό μενος τῷ καύματι τῆς ἡμέρας, καὶ τῷ παγετῷ τῆς νυκτός· καὶ ἀφίστατο ὁ ὕπνος τῶν ὀφθαλμῶν μου. Κριοὺς τῶν προβάτων σου οὐ κατέφαγον, θηριάλω τον οὐκ ἐνήνοχά σοι. Ἐγὼ ἀπετίννυον παρ' ἐμαυτῷ ἁρπάγματα τῆς ἡμέρας καὶ τῆς νυκτός . Οὗτοι ποιμενικοὶ χαρακτῆρες, οὗτοι νόμοι τῆς τῶν προβά των ἐπιμελείας. Εἰ δὲ ἀλόγων προβάτων τοσαύτην ὁ θαυμάσιος ἀνὴρ ἐποιήσατο πρόνοιαν, καὶ ταύτην τῷ πεπιστευκότι τὴν ἀπολογίαν προσήνεγκεν, τί οὐ ποιητέον ἡμῖν, λογικὰ μὲν ἐγχειρισθεῖσιν πρόβατα, παρὰ δὲ τοῦ Θεοῦ τῶν ὅλων ταύτην δεξαμένοις τὴν ἐπιμέλειαν, καὶ λογιζομένοις ὅτι ὁ ∆εσπότης ὑπὲρ τούτων ἔδωκε τὴν ψυχήν; Τίς δὲ οὐ δέδιέ τε καὶ πέφρι κεν ἀκούων τοῦ Θεοῦ διὰ τοῦ Ἰεζεκιὴλ λέγοντος, ὅτι Κρινῶ ἀναμέσον ποιμένος καὶ προβάτου, διότι τὸ γάλα ἠσθίετε, καὶ τὰ ἔρια περιεβάλλεσθε, καὶ τὰ πρό βατα οὐκ ἐβόσκετε . Καὶ πάλιν, ὅτι Σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραὴλ, καὶ ἐὰν μὴ διαστείλῃ τῷ ἀνόμῳ, τοῦ ἀποστρέψαι τὸν ἄνομον ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, ὁ ἄνομος ἐκεῖνος ἐν τῇ ἀνομίᾳ αὐτοῦ ἀπο θανεῖται, τὸ δὲ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκ ζητήσω . Τούτοις συμφωνεῖ καὶ τὰ παραβολικῶς ὑπὸ τοῦ Κυρίου εἰρημένα· ∆οῦλε ἀργὲ καὶ ὀκνηρέ, ἔδει σε τὸ ἀργύριόν μου καταβαλεῖν ἐπὶ τὸν τραπεζίτην, κἀγὼ ἐλθὼν μετὰ τόκου ἀπῄτησα ἂν αὐτό . ∆ιαναστῶμεν τοί νυν, παρακαλῶ, καὶ τῶν τοῦ ∆εσπότου προβάτων ὑπερμαχή σωμεν. Ἐγγὺς ὁ τούτων ∆εσπότης ἐπιφανεῖται πάντως, καὶ τοὺς λύκους ἀποσκεδάσει, καὶ τοὺς ποιμένας δοξάσει. Ἀγα θὸς γὰρ Κύριος τοῖς ὑπομένουσιν αὐτὸν καὶ ψυχῇ, ἣ ζητήσει αὐτόν . Καὶ μὴ δυσχεράνωμεν τὸν ἐπαναστάντα χειμῶνα· οἶδε γὰρ τὸ συμφέρον ὁ τῶν ἁπάντων ∆εσπότης. ∆ιὰ τοῦτο γὰρ καὶ τῷ Ἀποστόλῳ αἰτήσαντι τῶν πειρασμῶν τὴν ἀπαλλαγήν, τὴν αἴτησιν οὐ παρέσχεν, ἀλλ' εἶπεν· Ἀρκεῖ σοι ἡ χάρις μου, ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τε λειοῦται . Ἐνέγκωμεν τοίνυν γενναίως τὰ προσπίπτοντα λυπηρά. Ἐν τοῖς πολέμοις οἱ ἀριστεύοντες δείκνυνται· ἐν τοῖς ἀγῶσιν οἱ ἀθληταὶ στεφανοῦνται· ἡ τῆς θαλάττης ζάλη δήλην ποιεῖ τοῦ κυβερνήτου τὴν τέχνην· τὸ πῦρ τὸν χρυσὸν δοκι μάζει. Μὴ μόνον δὲ ἡμῶν αὐτῶν, παρακαλῶ, φροντίσωμεν, ἀλλὰ πλείονα τῶν ἄλλων ποιησώμεθα πρόνοιαν, καὶ μὴ μόνον τῶν ὑγιαινόντων, ἀλλὰ πολλῷ μᾶλλον τῶν ἀσθενούντων. Ἀποστολι κὸς γάρ ἐστι νόμος διαρρήδην βοῶν· Παρακαλεῖτε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν . Ὀρέξωμεν τοίνυν χεῖρα τοῖς κειμένοις, θεραπεύσωμεν αὐτῶν τὰ τραύ ματα, στήσωμεν καὶ αὐτοὺς ἐν τῇ παρατάξει κατὰ τοῦ διαβό λου· οὐδὲν αὐτὸν οὕτως ἀνιάσει, ὡς τὸ πάλιν τούτους ἰδεῖν πολεμοῦντας καὶ βάλλοντας. Φιλάνθρωπός ἐστιν ὁ ∆εσπότης, δέχεται τῶν πλημμελούντων τὴν μεταμέλειαν· ἀκούσωμεν αὐτοῦ λέγοντος· Ζῶ ἐγώ, λέγει Κύριος· εἰ θελήσει θε λήσω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέ ψαι αὐτὸν καὶ ζῆν . ∆ιὰ τοῦτο καὶ ὅρκον τῷ λόγῳ προτέ θεικεν, καὶ ὁ τοῖς ἄλλοις ἀπαγορεύων τοὺς ὅρκους, ὀμώμοκεν, ἵνα πείσῃ ὡς τῆς ἡμετέρας μεταμελείας καὶ σωτηρίας ἐφίε ται. Τούτων αἱ θεῖαι βίβλοι μεσταί, καὶ αἱ παλαιαί, καὶ αἱ καιναί. Ταῦτα καὶ οἱ κανόνες τῶν ἁγίων Πατέρων διδάσκου σιν. Ἐγὼ δὲ αὐτὰ οὐχ ὡς ἀγνοοῦσιν ὑμῖν γέγραφα, ἀλλ' ὡς εἰδότας ἀνέμνησα· καὶ ἐμιμησάμην τοὺς ἐπὶ τῆς γῆς ἑστῶτας, καὶ τοῖς κλυδωνιζομένοις