1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

34

ἐπικουροῦντας, καὶ ἢ πρόβολον ἐπι δεικνύντας, ἢ βράχος κεκρυμμένον μηνύοντας, ἢ σχοῖνον δεχομένους καὶ ἕλκοντας. Ὁ δὲ θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει, καὶ εὐφρανεῖ τὰς ἡμετέρας ἀκοὰς τῇ ὑμετέρᾳ γαλήνῃ, εἰπὼν τῇ μαινομένῃ θαλάττῃ· Σιώπα, πεφίμωσο . Ὑμεῖς δὲ τὰς ὑπὲρ ἡμῶν προσευχὰς αὐτῷ προσενέγκατε. Πλείονα γὰρ ἔχετε παρρησίαν, ὡς τοὺς ὑπὲρ αὐτοῦ κινδύνους ἀναδεξάμενοι. 79 ΑΝΑΤΟΛΙΩ ΠΑΤΡΙΚΙΩ. ∆έδωκεν ἡμῖν ὁ ∆εσπότης Θεὸς μεγίστην παραψυχὴν ἐν τῷ παρόντι καιρῷ τὴν ὑμετέραν μεγαλοπρέπειαν καὶ τῷ κλύ δωνι τὸν λιμένα παρέσχε κατάλληλον. ∆ιά τοι τοῦτο θαρ ροῦντες τὰ λυποῦντα διδάσκομεν τὸ ὑμέτερον μέγεθος. Πρώην μὲν οὖν ἐγνωρίσαμεν ὑμῶν τῇ μεγαλοφυΐᾳ, ὡς ὑπέδειξαν ἡμῖν οἱ περὶ τὸν μεγαλοπρεπέστατον κόμητα Ῥοῦφον ὑπομνηστικὸν τῇ βασιλικῇ γεγραμμένον χειρί, παρακελευόμενον τῷ ἀνδρειο τάτῳ στρατηγῷ, μετὰ φρονήσεως καὶ ἐμμελείας παρασκευάσαι ἡμᾶς ἐν τῇ Κύρρῳ διάγειν, καὶ εἰς ἑτέραν μὴ ἀπιέναι πόλιν, ὡς συνόδους συνεχῶς εἰς τὴν Ἀντιόχειαν συνάγοντας, καὶ τοὺς ὀρθοδόξους ταράττοντας. Ἐπὶ δὲ τοῦ παρόντος γνωρίζω, ὡς τῷ βασιλικῷ πεισθεὶς γράμματι τὴν Κύρρον κατέλαβον· καὶ ἓξ ἢ ἑπτὰ διελθουσῶν ἡμερῶν, ἀπέστειλαν πρός με τὸν καθωσιωμένον Εὐφρόνιον, τὸν στρατηλατιανόν, μετὰ γραμμά των ἀπαιτοῦντές με καθομολογῆσαι ἐγγράφως, ὡς ἐνεφανίσθη μοι τὸ βασιλικὸν γράμμα· ἐγὼ δὲ καὶ τοῦτο πεποίηκα, καὶ ὑπεσχόμην τῇ Κύρρῳ καὶ τῇ ταύτης προσεδρεύειν χώρᾳ, καὶ τὰς ἐγχειρισθείσας μοι ποιμαίνειν ψυχάς. Παρακαλῶ τοίνυν τὴν ὑμετέραν μεγαλοφυΐαν, μαθεῖν ἀκρι βῶς, καὶ εἰ ἀληθῶς ταῦτα προστέτακται, καὶ διὰ ποίαν αἰτίαν. Ἐγὼ γὰρ ἄλλας μὲν ἁμαρτίας ἐμαυτῷ πολλὰς σύνοιδα, οὐ μὴν ἢ εἰς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἢ εἰς τὴν κοινὴν εὐταξίαν οἶδά τι πλημμελήσας. Καὶ ταῦτα γράφω, οὐχ ὡς δυσχεραίνων τὴν ἐν Κύρρῳ διαγωγήν· ὡς γὰρ ἐπὶ τῆς ἀληθείας, πάσης πόλεως λαμπροτάτης αἱρετωτέραν ταύτην ἡγοῦμαι, διὰ τὸ παρὰ τοῦ Θεοῦ μοι τοῦτον δεδόσθαι τὸν κλῆρον. Τὸ δὲ ἀνάγκῃ προσδεδέσθαι, καὶ μὴ γνώμῃ, δοκεῖ πως εἶναι ἀνιαρόν, καὶ πρὸς τούτοις πρόφασιν δίδωσι τοῖς ἀδικοῦσι θρασύνεσθαι καὶ ταῖς ἡμετέραις μὴ πείθεσθαι παραινέσεσιν. Οὗ δὴ χάριν παρακαλῶ τὸ ὑμέτερον μέγεθος, εἰ μὲν οὐδὲν τοιοῦτο προστέτακται, δῆλόν μοι τοῦτο ποιῆσαι· εἰ δὲ ἀληθῶς τοῦ καλλινίκου βασιλέως ἐστὶ τὰ γράμματα, διδάξαι αὐτοῦ τὴν εὐσέβειαν, μὴ πείθεσθαι ῥᾳδίως διαβολαῖς, μηδὲ μόνοις τοῖς κατηγόροις διδόναι τὰς ἀκοάς, ἀλλ' ἀπαιτεῖν εὐθύνας τὸν κατηγορούμενον. Ἤρκει δὲ καὶ αὐτὴ τῶν πραγμάτων ἡ μαρτυ ρία πεῖσαι αὐτοῦ τὴν εὐσέβειαν, ὡς ψευδῆ τὰ καθ' ἡμῶν εἰρημένα. Πότε γὰρ ἡμεῖς τὴν αὐτοῦ γαληνότητα περὶ πράγ ματος ἠνωχλήσαμεν, ἢ τοὺς μεγάλους ἄρχοντας, ἢ τοῖς ἐν ταῦθα κεκτημένοις, πολλοῖς οὖσιν καὶ λαμπροῖς, βαρεῖς ἐγε νόμεθα; Ὅτι δὲ καὶ πολλὰ τῆς ἐκκλησιαστικῆς προσόδου εἰς τὰ δημόσια ἀνηλώσαμεν οἰκοδομήματα, στοὰς ἐγείροντες καὶ λουτρά, καὶ γεφύρας κατασκευάζοντες, καὶ τῶν κοινῶν τῶν ἄλλων ἐπιμελούμενοι, οἶδεν ἡ ὑμετέρα μεγαλοφυΐα. Εἰ δὲ διὰ τοῦτό τινες δυσχεραίνουσιν, ὅτι τῶν τῆς Φοινίκης Ἐκκλησιῶν θρηνοῦμεν τὴν κατάλυσιν, πεπείσθω ὑμῶν τὸ μέγεθος, ὡς οὐχ οἷόν τε ἡμᾶς μὴ ἀλγεῖν, ὁρῶντας τῶν Ἰουδαίων τὸ κέρας εἰς ὕψος αἰρόμενον, καὶ τοὺς Χριστιανοὺς ἐν ὀδυρμοῖς καὶ θρή νοις, κἂν εἰς αὐτὰς πέμψωσι τὰς τῆς οἰκουμένης ἐσχατιάς. Καὶ τῶν ἀποστολικῶν δὲ δογμάτων μὴ ὑπερμαχεῖν οὐ δυνά μεθα· μεμνήμεθα γὰρ τῆς ἀποστολικῆς λεγούσης φωνῆς· Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις . Καὶ τῶν ἐνταῦθα δὲ λυπηρῶν τὸ τοῦ ∆εσπότου Χριστοῦ δικαστήριον ἡμῖν