1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

35

μὲν οὖν ἀκούσωμεν, ὅτι ἄνθρωπος πατὴρ, τότε καὶ τὴν τοῦ πάθους ἔννοιαν προσλαμ βάνομεν· ὅταν δὲ, ὅτι ὁ Θεὸς Πατὴρ, ἐπὶ τὴν ἀπαθῆ αἰτίαν τοῖς λογισμοῖς ἀνατρέχομεν. Ὁ δὲ, ἐπὶ τῆς ἐμπαθοῦς φύσεως τῇ προσηγορίᾳ ταύτῃ συνεθισθεὶς, τὸ ὑπὲρ τὴν κατάληψιν τῶν ἑαυτοῦ λογισμῶν ὡς ἀδύνατον ἀπαρνεῖται. Οὐ γὰρ, τῷ πάθει τῶν φθαρ τῶν προσέχοντα, τῇ ἀπαθείᾳ τοῦ Θεοῦ ἀπιστεῖν προσῆκεν, οὐδὲ, τῇ ῥευστῇ φύσει καὶ μυρίαις ὑπο κειμένῃ μεταβολαῖς, τὴν ἄτρεπτον καὶ ἀναλλοίωτον οὐσίαν παρατιθέντα. Μηδ' ὅτι τὰ θνητὰ ζῶα διὰ πάθους γεννᾷ, καὶ τὸν Θεὸν ἐχρῆν οὕτως οἴεσθαι· ἀλλ' ἐντεῦθεν μᾶλλον ὁδηγεῖσθαι πρὸς τὴν ἀλήθειαν· ὅτι, ἐπειδὴ τὰ φθαρτὰ οὕτως, ὁ ἄφθαρτος ἐναντίως. Καὶ μὴν οὐδὲ ἐκεῖνό γε ἂν εἴποι, ὡς κυρίως καὶ πρώτως ἐπὶ τῶν ἀνθρώπων τεταγμένων τῶν ὀνο μάτων τούτων, καταχρηστικῶς ἡμεῖς ἐπιλέγομεν τῷ Θεῷ. Ὁ γάρ τοι Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, πρὸς τὴν πάντων ἀρχὴν καὶ τὴν ἀληθῆ τῶν ὄντων αἰτίαν ἐπανάγων ἡμᾶς, Ὑμεῖς δὲ μὴ καλέσητε, φησὶ, πατέρα ὑμῶν ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστι Πατὴρ ὑμῶν ὁ οὐράνιος. Πῶς οὖν ὡς σαρκι κῶν παθῶν προηγουμένως ἐνδεικτικὰς ταύτας ἡμᾶς ἀξιοῖ τὰς φωνὰς ἀποπέμπεσθαι, ἃς ὁ Κύριος, ὡς τῇ ἀπαθείᾳ τοῦ Θεοῦ πρεπούσας, ἀπὸ τῶν ἀν θρώπων πρὸς αὐτὸν μετατίθησιν; Εἰ δὲ καὶ 29.624 τῶν κτισμάτων Πατὴρ ὀνομάζεται, οὔπω τῷ λόγῳ τῷ ἡμετέρῳ μάχεται. Ὁ γὰρ τετοκὼς βώλους δρό σου, κατὰ τὸν τοῦ Ἰὼβ λόγον, οὐχ ὁμοίως τάς τε βώλους καὶ τὸν Υἱὸν ἐτεκνώσατο. Ἢ εἰ τοῦτο λέγειν τολμήσουσιν, ὥστε ἐν ἴσῃ τάξει καὶ τὴν οὐσίαν τῆς δρόσου υἱὸν ὀνομάζειν, παντὸς ἡμᾶς τοῦ πρὸς αὐτοὺς ἀπαλλάξουσι λόγου, εἰς περιφανεστάτην ἀν αισχυντίαν τὴν βλασφημίαν προαγαγόντες. Οὐδὲ γὰρ ὅταν Πατὴρ πάντων ἡμῶν λέγηται ὁ Θεὸς, κατὰ τὸν αὐτὸν τρόπον ἡμῶν τε καὶ τοῦ Μονογενοῦς ἐστι Πατήρ. Εἰ δὲ ὅτι πρωτότοκος πάσης κτίσεως, καὶ πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς, ὁ Κύριος προσηγό ρευται, τοῦτο αὐτοὺς παιδοτριβεῖ πρὸς ἀσέβειαν· διδασκέσθωσαν ἐκ τοῦ Εὐαγγελίου, ὅτι καὶ μητέ ρα ἑαυτοῦ καὶ ἀδελφοὺς ὁ Κύριος τοὺς ἐκ τῶν ἔργων τῆς ἀρετῆς οἰκειωθέντας προσαγορεύει. Τίς γάρ ἐστι, φησὶ, ἡ μήτηρ μου, καὶ τίνες οἱ ἀδελ φοί μου, ἀλλ' ἢ οἱ ποιοῦντες τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς; Ὥστε Πατὴρ ἡμῶν ὁ Θεὸς οὐ καταχρηστικῶς οὐδ' ἐκ μεταφορᾶς, ἀλλὰ κυ ρίως, καὶ πρώτως, καὶ ἀληθινῶς ὀνομάζεται· διὰ τῶν σωματικῶν γονέων εἰς τὸ εἶναι ἡμᾶς ἐκ τοῦ μὴ ὄντος παραγαγὼν, καὶ ταῖς κηδεμονίαις προσοικειου μένους. Εἰ δὲ ἡμῶν τῶν χάριτι τῆς υἱοθεσίας ἠξιου μένων ἀληθῶς κεκλῆσθαι Πατέρα τὸν Θεὸν λέγο μεν, τίς ἀφαιρήσεται λόγος τοῦ κατὰ φύσιν Υἱοῦ, καὶ ἐκ τῆς οὐσίας αὐτοῦ προελθόντος, μὴ οὐχὶ πρεπόντως αὐτὸν Πατέρα προσαγορεύεσθαι; {ΕΥΝ.} Οὐ χρὴ, φησὶ, διὰ τὴν Πατρὸς καὶ Υἱοῦ προσηγορίαν ἀνθρωπικὴν τὴν τοῦ Κυρίου γέν νησιν ἐννοεῖν. {ΒΑΣ.} Φημὶ κἀγώ. Θείαν μέντοι καὶ ἀπαθῆ τί κω λύει πιστεύειν τοὺς εὐσεβεῖς; Ἀλλ', οἶμαι, οὐχ ἵνα ἀπαθῶς γεγεννηκότα τὸν Θεὸν ἐπιδείξῃ, χρῆται τοῖς λόγοις τούτοις, ἀλλ' ἵνα μηδὲ γεννήσαντα ὅλως. Πῶς οὖν ἐν τοῖς ἄνω λόγοις, ὦ βέλτιστε, γέννημα εἶ ναι τὴν οὐσίαν τοῦ Μονογενοῦς ἀπεφαίνου; Εἰ γὰρ μὴ γεγέννηται, πόθεν αὐτῷ τὸ γέννημα εἶναι κατὰ τὸν σὸν λόγον προσῆν; Ἀλλὰ διὰ μὲν τὴν τοῦ γεννη τοῦ πρὸς τὸ ἀγέννητον ἐναντίωσιν γέννημα οὖσαν 29.625 δεικνύναι τὴν οὐσίαν ἐφιλονείκει· νυνὶ δὲ, πάλιν τὴν τῆς οὐσίας οἰκείωσιν διὰ τῆς φωνῆς ταύτης ση μαινομένην ὁρῶν, τὸ γεγεννῆσθαι τοῦ γεννήματος ἀφαιρεῖται. Καὶ μὴν εἰ τοῦτο ὡς πάθους δηλω τικὸν παραιτεῖται, τί κωλύει καὶ τὸ δημιουργὸν αὐ τὸν εἶναι διὰ τὰς αὐτὰς αὐτίας μὴ παραδέχεσθαι; ∆ιότι πάσαις ταῖς σωματικαῖς ἐνεργείαις ἢ πλείων τις πάντως ἢ ἐλάττων κόπος συνέζευκται, κατὰ τὴν ἀναλογίαν τῆς τοῦ ποιοῦντος δυνάμεως καὶ τῆς πρὸς τὰ μεγέθη τῶν ἐνεργουμένων διαφορᾶς. Τήν γε μὴν θείαν καὶ μακαρίαν φύσιν καμάτῳ λέγειν συνέχεσθαι οὐχ ἧττον ἀσεβὲς, ἢ τοῖς αἰσχίστοις αὐτὴν πάθεσιν ὑποβάλλειν. Εἰ δὲ ἀπαθῶς κτίζει, ἀπαθῆ εἶναι δέξα σθε καὶ τὴν γέννησιν. Ὡς μὲν οὖν