1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

37

τῶν ὀνομάτων, παρηλλα γμένας ὁμολογεῖν καὶ τὰς οὐσίας. {ΒΑΣ.} Πῶς ἄν τις εὐκολώτερον χρήσαιτο λόγοις; ὅς γε, δι' ὀλίγου πρὸς τὰ ἐναντία περιτρεπόμενος, νῦν μέν φησι τὴν διαφορὰν τῶν ὀνομάτων ἀναγκαίως τῶν οὐσιῶν τὴν παραλλαγὴν ὑποφαίνειν· νῦν δὲ πάλιν τὴν κοινωνίαν μὴ κοινοποιεῖν τὰς οὐσίας; Ἀλλ', οἶ μαι, προσόμοιόν τι ποιοῦμεν τοῖς τὸν ἀνδροφόνον ἐκ λοιδορίας, ἢ πληγῆς, ἤ τινος τῶν τοιούτων ἁμαρτημά των κρίνουσιν. Ἐπὶ οὖν τὸ κεφάλαιον τῶν κακῶν αὐτοῦ με ταβῶμεν. Θεασάμενος οὗτος, ὅτι κοινὴ ἡ πρόληψις πᾶσιν ὁμοίως Χριστιανοῖς ἐνυπάρχει (τοῖς γε ὡς ἀληθῶς τῆς προσηγορίας ταύτης ἀξίοις) περὶ τοῦ φῶς εἶναι τὸν Υἱὸν γεννητὸν, ἐκ τοῦ ἀγεννήτου φωτὸς ἀπολάμψαντα, καὶ αὐτοζωὴν, καὶ αὐτο άγαθον ἐκ τῆς ζωοποιοῦ πηγῆς τῆς πατρικῆς ἀγαθό τητος προελθόντα· εἶτα ἐνθυμηθεὶς, ὅτι, εἰ μὴ ταύ τας ἡμῶν τὰς ἐννοίας διασαλεύσειεν, οὐδὲν αὐτῷ πλέον τῶν σοφισμάτων γενήσεται, ὡς τοῦ γε φῶς ὁμολογοῦντος τὸν Πατέρα, φῶς δὲ καὶ τὸν Υἱὸν, τῆς τοῦ φωτὸς ἐννοίας μιᾶς καὶ τῆς αὐτῆς ὑπαρ χούσης, αὐτομάτως εἰς τὴν ὁμολογίαν τῆς κατὰ τὴν οὐσίαν οἰκειότητος ὑπαχθησομένου· φωτὶ γὰρ πρὸς φῶς, κατ' αὐτὸν τὸν τοῦ φωτὸς λόγον, οὐδε μία, οὔτε κατὰ τὴν προφορὰν, οὔτε κατ' αὐτὴν τὴν ἔννοιαν, ἐστὶ παραλλαγή· ἵνα οὖν τοῦτο ἡμῶν ἀφέληται, τοῖς τῶν τεχνασμάτων δικτύοις τὸν τῆς πίστεως λόγον περιστοιχίζεται, ἀσύμβλητα ταῦτα καὶ ἀκοινώνητα παντελῶς ἀλλήλοις εἶναι διδάσκων, καὶ τὴν τοῦ ἀγεννήτου πρὸς τὸ γεννητὸν ἀντίθεσιν, ταύτην καὶ τῷ φωτὶ πρὸς τὸ φῶς εἶναι λέγων, ἢ τοῦτο φεύγοντας ἡμᾶς σύνθετον εἶναι τὸν Θεὸν ὁμολογεῖν ἀναγκάζων. Μᾶλλον δὲ αὐτῆς αὐτοῦ τῆς λέξεως ἀκούσωμεν. {ΕΥΝ.} Πότερον ἄλλο τι σημαίνει, φησὶ, τὸ φῶς ἐπ' ἀγεννήτου παρὰ τὸ γεννητὸν, ἢ ταυτὸν ἑκάτερον; Εἰ μὲν γὰρ ἕτερόν τι καὶ ἕτερον, εὔδηλον, ὅτι καὶ σύνθετον τὸ ἐξ ἑτέρου καὶ ἑτέρου συγκείμενον· τὸ δὲ σύνθετον οὐκ ἀγέννητον· εἰ δὲ ταυτὸν, ὅσον παρήλλακται τὸ γεννητὸν πρὸς τὸ ἀγέννητον, τοσοῦ τον ἀνάγκη παρηλλάχθαι τὸ φῶς πρὸς τὸ φῶς, καὶ τὴν ζωὴν πρὸς τὴν ζωὴν, καὶ τὴν δύναμιν πρὸς τὴν δύναμιν. {ΒΑΣ.} Ὁρᾶτε καὶ συνίετε τὸ τῆς ἀσεβείας φρι κτόν. Ὅσον, φησὶ, τὸ ἀγέννητον τοῦ γεννητοῦ διενή 29.632 νοχε, τοσοῦτον διοίσει τὸ φῶς πρὸς τὸ φῶς, καὶ ἡ ζωὴ πρὸς τὴν ζωὴν, καὶ ἡ δύναμις πρὸς τὴν δύνα μιν. Ἐρωτήσωμεν τοίνυν αὐτόν· Τὸ δὲ ἀγέννητον τοῦ γεννητοῦ πόσῳ μέτρῳ διώρισται; ἆρα μικρῷ τινι, καὶ τοσούτῳ, ὥστε δύνασθαί ποτε καὶ εἰς ταυτὸν ἀλλήλοις συμβῆναι; ἢ τοῦτο παντελῶς ἀμήχανον, καὶ πλέον ἀδυνατώτερον τοῦ τὸν αὐτὸν ζῇν ἐν τῷ αὐτῷ καὶ τεθνάναι, καὶ ὑγιαίνειν κατὰ ταυτὸν καὶ νοσεῖν, καὶ ἐγρηγορέναι ὁμοῦ καὶ καθεύδειν; Τοιαῦτα γὰρ ὅσα κατὰ τὴν ἄκραν ἀντίθεσιν ἀλλήλοις ἀντικαθέστη κεν, ὥστε παρόντος τοῦ ἑτέρου ἀναγκαίως ἀπεῖναι θάτερον, ἃ καὶ ἀσυνύπαρκτα παντελῶς καὶ ἀσύμ βατα εἶναι πέφυκε. Κατὰ δὴ οὖν τοῦτον τὸν τρόπον πρὸς τὸ γεν νητὸν τῷ ἀγεννήτῳ τῆς ἀντιθέσεως οὔσης, ὁ τὸν Πα τέρα φῶς ὀνομάζων, φῶς δὲ καὶ τὸν Υἱὸν, τοσοῦτον δὲ τοῦτο τὸ φῶς ἐκείνου τοῦ φωτὸς διωρίσθαι λέγων, ὅσον τὸ γεννητὸν ἀπὸ τοῦ ἀγεννήτου διώρισται, οὐχὶ δῆλός ἐστι, κἂν τῷ ῥήματι προσποιῆται φιλανθρω πεύεσθαι, φῶς ὀνομάζων δῆθεν καὶ τὸν Υἱὸν, ἀλλὰ τῇ γε δυνάμει τῶν λεγομένων πρὸς τὸ ἐναντίον ἀπάγων τὴν ἔννοιαν; Σκοπεῖτε γὰρ τί ἀντίκειται τῷ ἀγεννήτῳ, ἄλλο ἀγέννητον, ἢ τὸ γεννητόν; Τὸ γεν νητὸν δηλονότι. Τί δὲ ἀντίκειται τῷ φωτί; φῶς ἕτε ρον, ἢ τὸ σκότος; Τὸ σκότος πάντως. Εἰ τοίνυν ὅσον παρήλλακται τὸ γεννητὸν πρὸς τὸ ἀγέννητον, τοσοῦ τον ἀνάγκη παρηλλάχθαι τὸ φῶς πρὸς τὸ φῶς, τίνι τῶν ἁπάντων ἄδηλος ἡ ἀσέβεια, ὅτι, ἐν προσηγορίᾳ φωτὸς τὸ ἀντικείμενον τῷ φωτὶ παρεισάγων, ἐναν τίαν εἶναι τῇ τοῦ φωτὸς φύσει τὴν οὐσίαν τοῦ Μονο γενοῦς ὑποβάλλει; Ἢ δεικνύτω ἡμῖν φῶς ἀντικείμε νον τῷ φωτὶ, κἀκεῖνο τὸ μέτρον τῆς ἀντιθέσεως ἔχον, ὃ τῷ γεννητῷ πρὸς τὸ ἀγέννητόν ἐστιν. Εἰ δὲ τοῦτο οὔτε ἐστὶν, οὔτ' ἂν αὐτὸς ἐπινοήσειε, μὴ ἀγνοείσθω ἡ τέχνη μεθ' ἧς βαθέως