1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

37

ταῦτα καταλίπω, κώμας ὀκτὼ τῆς Μαρκίωνος καὶ τὰς πέριξ κειμένας ἀσμένως πρὸς τὴν ἀλή θειαν ἐποδήγησα· ἄλλην κώμην Εὐνομιανῶν πεπληρωμένην, καὶ ἄλλην Ἀρειανῶν, τῷ φωτὶ τῆς θεογνωσίας προσήγαγον, καὶ διὰ τὴν θείαν χάριν οὐδὲ ἓν παρ' ἡμῖν αἱρετικῶν ὑπ ελείφθη ζιζάνιον. Καὶ ταῦτα οὐκ ἀκινδύνως πεποίηκα, ἀλλὰ τὸ αἷμά μου πολλάκις ἐκχύσας, πολλάκις καταλευσθεὶς ὑπ' αὐ τῶν, καὶ εἰς αὐτὰς φθάσας τοῦ ᾅδου τὰς πύλας. Ἀλλὰ γὰρ ἄφρων ἐγενόμην καυχώμενος· τῆς δὲ ἀνάγκης, οὐ τῆς γνώμης τὰ εἰρημένα. Τοῦτο δὲ καὶ ὁ τρισμακάριος Παῦ λος ἠναγκάσθη δρᾶσαί ποτε, τῶν κατηγορούντων ἐμφράττων τὸ στόμα. Στέγω δὲ ὅμως τὴν δοκοῦσαν ἀτιμίαν καὶ τιμὴν ἄκραν ὑπολαμβάνω· ἀκούω γὰρ τῆς ἀποστολικῆς βοώσης φω νῆς· Πάντες οἱ θέλοντες ζῆν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται . Τὴν δὲ ὑμετέραν μεγαλοπρέπειαν παρακαλῶ φροντίσαι τῶν ἐκκλησιαστικῶν πραγμάτων, καὶ τὴν ἐπαναστᾶσαν κατευνάσαι ζάλην· τῷ ὄντι γὰρ οὐδὲ ἐν ἀρχῇ τῆς διαστάσεως τοιαύτη τὴν Ἐκκλησίαν κατέλαβε σύγχυσις. Οὐδεὶς ὑμᾶς διδάσκει τῶν κινδύνων τὸ μέγεθος, τῶν ἐν Φοι νίκῃ Χριστιανῶν τοὺς θρήνους, τῶν παρ' ἡμῖν ἁγιωτάτων μο ναζόντων τοὺς ὀδυρμούς. Οὗ δὴ χάριν καὶ πλείοσιν ἐχρησάμην λόγοις, ἵνα μαθοῦσα ὑμῶν ἡ μεγαλοφυΐα τῶν Ἐκκλησιῶν τὸν κλύδωνα καταπαύσῃ τοῦτον καὶ τὴν ἐντεῦθεν ὠφέλειαν καρ πώσηται. 82 ΕΥΣΕΒΙΩ ΕΠΙΣΚΟΠΩ ΑΓΚΥΡΑΣ. Ἤλπισα συχνὰς ἐν τῷ παρόντι καιρῷ δέξασθαι τῆς σῆς ἁγιωσύνης ἐπιστολάς. Προδηλοτάτην γὰρ ὑπομεμενηκότες συκοφαντίαν, παραψυχῆς ἀδελφικῆς ἐδεόμεθα. Οἱ γὰρ τὴν Μαρκίωνος καὶ Βαλεντίνου καὶ Μάνητος καὶ τῶν ἄλλων δοκητῶν αἵρεσιν ἐπὶ τοῦ παρόντος ἀνανεούμενοι, δυσχεραί νοντες ὅτι τὴν αἵρεσιν αὐτῶν ἄντικρυς στηλιτεύομεν, ἐξ απατῆσαι τὰς βασιλικὰς ἐπειράθησαν ἀκοάς, αἱρετικοὺς ἡμᾶς ἀποκαλοῦντες, καὶ εἰς δύο μερίζειν υἱοὺς συκοφαντοῦντες τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν ἐνανθρωπήσαντα Θεὸν Λόγον. Ἀλλ' οὐκ ἔπεισαν ὥσπερ ἤλπισαν λέγοντες. Οὗ δὴ χάριν ὑπομνηστικὸν ἐγράφη τῷ μεγαλοπρεπεστάτῳ καὶ ἐνδο ξοτάτῳ στρατηγῷ καὶ ὑπάτῳ, αἱρέσεως μὲν κατηγορίαν οὐδε μίαν ἔχον, ἄλλας δέ τινας αἰτίας, καὶ ταύτας ψευδεῖς. Συνό δους γὰρ ἔλεγόν με συχνὰς εἰς τὴν Ἀντιόχειαν συναγείρειν, καὶ τοῦτό τινας λυπεῖν, καὶ διὰ τοῦτο χρῆναί με ἡσυχίαν ἄγειν, καὶ τὰς ἐγκεχειρισμένας οἰκονομεῖν Ἐκκλησίας. Τούτου μοι τοίνυν τοῦ ὑπομνηστικοῦ δειχθέντος, ἥρπασα τὴν ψῆφον, ὡς πρόξενον ἀγαθῶν. Πρῶτον μὲν γὰρ τὴν τριπόθητον ἀπ έλαβον ἡσυχίαν. Εἶτα δὲ πολλὰς ἐλπίζω τῶν ὑπ' ἐμοῦ πλημ μεληθέντων ἐξαλειφθῆναι κηλίδας διὰ τὴν τυρευθεῖσαν καθ' ἡμῶν ἀδικιὰν ὑπὸ τῶν τῆς ἀληθείας ἐχθρῶν. Ἔδειξε δὲ καὶ λίαν ἐναργῶς κἀν τῷ παρόντι βίῳ τῶν ὅλων ὁ Πρύτανις, ὅσην τῶν ἀδικουμένων ποιεῖται κηδεμονίαν. Ἡμῶν γὰρ ἡσυχίαν ἀγόντων, καὶ εἴσω τῶν τῆς πατρίδος ὅρων εἰργομένων, καὶ τῶν κατὰ τὴν Ἀνατολὴν πάντων ἀνιωμένων μέν, καὶ πικρῶς ὀδυ ρομένων, σιγᾶν δὲ διὰ τὸ προσπεσὸν δέος ἠναγκασμένων (τὰ γὰρ καθ' ἡμῶν γεγενημένα τὸ τῆς δειλίας πᾶσιν ἐνέθηκε δέος), αὐτὸς ὁ Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψε, καὶ τῶν τὴν συκοφαντίαν ὑφηνάντων τὴν συκοφαντίαν διήλεγξε, καὶ τὸ δυσσεβὲς αὐτῶν ἐγύμνωσε φρόνημα. Οὗτοι καὶ τὴν Ἀλεξάν δρειαν ἐξώπλισαν καθ' ἡμῶν, καὶ τὰς πάντων ἀκοὰς περιβομ βοῦσι διὰ τῶν ἀξίων αὐτῶν ὑπουργῶν, ὡς ἡμεῖς ἀνθ' ἑνὸς δύο κηρύττομεν υἱούς. Ἐγὼ δὲ τοσοῦτον ἀπέχω τοῦ μυσαροῦ τού του φρονήματος, ὅτι καί τινας τῶν ἁγίων Πατέρων τῶν ἐν Νικαίᾳ συνεληλυθότων εὑρηκὼς πρὸς τὴν Ἀρείου μανίαν ἐν συντάγμασιν ἀποτεινομένους, καὶ ἀναγκαζομένους διὰ τὸν πρὸς ἐκείνους ἀγῶνα πλείονι διαιρέσει κεχρῆσθαι, δυσχεραίνω καὶ οὐ προσίεμαι τὴν τοιαύτην διαίρεσιν· οἶδα γὰρ ὡς ἡ ἀνάγκη