39
φύσεως δυνάμει συντέτακται, οὐδὲ τούτοις κατ' αὐτὴν τὴν οὐσίαν πρὸς τὸ ἀγαθὸν λα χοῦσι τὴν ἐναντίωσιν (οὕτω γὰρ ἂν ἡ μέμψις ἐπὶ τὸν ∆ημιουργὸν ἐπανίοι), ἀλλ' ἐκ τῆς οἰκείας προαιρέ σεως ἐν τῇ τοῦ καλοῦ στερήσει πρὸς τὴν κακίαν ἀποῤῥυεῖσιν. Ἀλλ' ὅμως εἰς ταύτην τὴν τάξιν ἡ θεομάχος γλῶσσα τὴν φύσιν τοῦ Μονογενοῦς περι αγαγεῖν ἐπεχείρησεν. Οὐ γὰρ δὴ ἐκεῖνο εἰπεῖν ἔχει, ὅτι, τὴν τοῦ Πατρὸς οὐσίαν φῶς εἶναι τιθέμε νος, ὑπερβάλλον δόξῃ τε καὶ λαμπρότητι, τὴν τοῦ Μονογενοῦς φῶς καὶ αὐτὴν, ἀμαυρότερον δέ πως καὶ οἱονεὶ τεθολωμένον ὑπέλαβεν. Εὐσεβοῦς μὲν γὰρ διανοίας οὐδὲ ταῦτα, τῷ τῆς εἰκόνος ἐν τῇ ἀμαυ ρότητι παραιρεῖσθαι τὴν ὁμοιότητα. Πλὴν ἀλλ' εὐχῆς ἦν ἄξιον ταῦτα αὐτὸν ἔχειν αἰτιᾶσθαι. Οὐ πολλοῦ γὰρ ἂν ἔδει τοῦ ἀγῶνος ἡμῖν εἰς διόρθωσιν. Νυνὶ δὲ τῷ ἀγεννήτῳ πρὸς τὸ γεννητὸν οὐχὶ κατὰ τὸ μᾶλλον καὶ ἧττον ἡ διαφορὰ, ὡς τῷ ἐλάτ τονι φωτὶ πρὸς τὸ πλεῖον, ἀλλ' ὅση ἡ τῶν πάντη ἀλ λήλοις ἀσυνυπάρκτων διάστασις. Ἀμήχανον γὰρ ᾧ θάτερον συνυπάρχει, ἐκ μεταβολῆς ἄν ποτε πρὸς τὸ ἀντικείμενον μεταβῆναι, ὥστε ἢ ἐξ ἀγεννήτου γεν νητὸν γενέσθαι, ἢ ἀνάπαλιν, ἀπὸ τοῦ γεννητοῦ μετα βαλεῖν πρὸς τὸ ἀγέννητον. Τῷ τοίνυν ἅπαξ ἀποφη ναμένῳ, ὅτι ὅσον παρήλλακται τὸ γεννητὸν πρὸς τὸ ἀγέννητον, τοσοῦτον ἀνάγκη παρηλλάχθαι τὸ φῶς πρὸς τὸ φῶς, οὐδ' οὗτος ὁ λόγος πρὸς ἀποφυγὴν ἀπολείπεται. Φῶς μὲν γὰρ τὸ ἀκραιφνὲς τοῦ οἷον ἐξιτήλου καὶ ἀμαυροτέρου φωτὸς, τῷ γένει ταυτὸν ὑπάρχον, τῇ ἐπιτάσει διενήνοχε μόνῃ· τὸ δὲ ἀγέν 29.637 νητον οὐχὶ ἐπίτασίς ἐστι τοῦ γεννητοῦ· οὐδὲ μὴν τὸ γεννητὸν ὕφεσίς τίς ἐστι τοῦ ἀγεννήτου· ἀλλ' οἱονεὶ κατὰ διάμετρον τούτων ἐστὶν ἡ ἀπόστασις. Τοῖς μὲν οὖν οὐσίαν τιθεμένοις τὸ γεννητὸν καὶ ἀγέν νητον ταῦτα καὶ ἔτι πλείω τούτων ἀκολουθήσει τὰ ἄτοπα. Ἔσται γὰρ ἐκ τοῦ ἐναντίου τὸ ἐναντίον γε γεννημένον· καὶ ἀντὶ τῆς φυσικῆς οἰκειώσεως ἀναγ καία τις αὐτοῖς καὶ κατ' αὐτὴν τὴν οὐσίαν ἡ στάσις ἀναφανήσεται. Τοῦτο δὲ πλείω τῆς ἀσεβείας τὴν ἀμαθίαν ἔχει, τὴν οὐσίαν λέγειν καὶ ᾡτινιοῦν τῶν ἁπάντων ἐναντίαν εἶναι τῇ οὐσίᾳ, πάλαι διωμολογημένου καὶ παρὰ τοῖς ἔξω σοφοῖς (οὓς, ὅταν μὴ εὕρωσιν οὗτοι συναγωνιζομένους ταῖς βλασφη μίαις αὐτῶν, ὡς οὐδενὸς ἀξίους παραλογίζονται), ἀμήχανον ὑπάρχειν ἐν οὐσίᾳ τὴν ἐναντίωσιν. Εἰ δ' ὅπερ ἐστὶν ἀληθὲς, γνωριστικάς τινας ἰδιότητας ἐπι θεωρουμένας τῇ οὐσίᾳ δέχοιτό τις εἶναι τὸ γεννητὸν καὶ τὸ ἀγέννητον, πρὸς τὴν τρανὴν καὶ ἀσύγχυτον Πατρὸς καὶ Υἱοῦ χειραγωγούσας ἔννοιαν, τόν τε τῆς ἀσεβείας διαφεύξεται κίνδυνον, καὶ τὸ ἐν τοῖς λογι σμοῖς ἀκόλουθον διασώσει. Αἱ γάρ τοι ἰδιότητες, οἱονεὶ χαρακτῆρές τινες καὶ μορφαὶ ἐπιθεωρού μεναι τῇ οὐσίᾳ, διαιροῦσι μὲν τὸ κοινὸν τοῖς ἰδιά ζουσι χαρακτῆρσι· τὸ δὲ ὁμοφυὲς τῆς οὐσίας οὐ δια κόπτουσιν. Οἷον, κοινὴ μὲν ἡ θεότης, ἰδιώματα δέ τινα πατρότης καὶ υἱότης· ἐκ δὲ τῆς ἑκατέρου συμπλοκῆς, τοῦ τε κοινοῦ καὶ τοῦ ἰδίου, ἡ κατάληψις ἡμῖν τῆς ἀληθείας ἐγγίνεται· ὥστε, ἀγέννητον μὲν φῶς ἀκούσαντας, τὸν Πατέρα νοεῖν, γεννητὸν δὲ φῶς, τὴν τοῦ Υἱοῦ λαμβάνειν ἔννοιαν· καθὸ μὲν φῶς καὶ φῶς, οὐδεμιᾶς ἐν αὐτοῖς ἐναντιότητος ὑπαρχούσης, καθὸ δὲ γεννητὸν καὶ ἀγέννητον, ἐπιθεωρουμένης τῆς ἀντιθέσεως. Αὕτη γὰρ τῶν ἰδιωμάτων ἡ φύσις, ἐν τῇ τῆς οὐσίας ταυτότητι δεικνύναι τὴν ἑτερότητα· καὶ αὐτὰ μὲν πρὸς ἄλληλα ἀντιδιαιρούμενα πολλάκις τὰ ἰδιώματα, πρὸς τὸ ἐναντίον διίστασθαι, τήν γε μὲν ἑνό τητα τῆς οὐσίας μὴ διασπᾶν· ὡς τὸ πτηνὸν καὶ τὸ πε ζὸν, καὶ τὸ ἔνυδρον καὶ τὸ χερσαῖον, καὶ τὸ λογικὸν καὶ τὸ ἄλογον. Μιᾶς γὰρ οὐσίας τοῖς πᾶσιν ὑποκειμένης, τὰ ἰδιώματα ταῦτα οὐκ ἀλλοτριοῖ τὴν οὐσίαν, οὐδὲ οἱονεὶ συστασιάζειν ἑαυτοῖς ἀναπείθει· τῇ ἐνερ γείᾳ δὲ τῶν γνωρισμάτων, ὥσπερ τι φῶς ταῖς ψυχαῖς ἡμῶν ἐντιθέντα, πρὸς τὴν ἐφικτὴν ταῖς δια νοίαις σύνεσιν ὁδηγεῖ. Ἀλλ' οὗτος, τὴν τῶν ἰδιω μάτων ἀντίθεσιν πρὸς τὴν οὐσίαν μετακομίσας, ἐντεῦθεν τὴν ἀφορμὴν τῆς ἀσεβείας ἐφέλκεται, ὥσπερ παῖδας ἡμᾶς μορμολυττόμενος τοῖς σοφίσμα 29.640 σιν· ὅτι, εἴπερ ἕτερόν τε εἴη τὸ φῶς παρὰ