1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

40

ὡς μονογε νοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας . Καὶ ὁ τούτου δὲ ὁμώνυμος, ὁ Βαπτιστὴς φημί, βοᾷ λέγων· Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἐμπροσθέν μου γέγο νεν, ὅτι πρῶτός μου ἦν . Καὶ τὸ ἓν πρόσωπον δείξας ἀμφότερα τέθεικεν καὶ τὰ θεῖα καὶ τὰ ἀνθρώπεια. Ἀνθρώπειον μὲν γὰρ καὶ τὸ ἀνὴρ καὶ τὸ ἔρχεται , θεῖον δὲ τὸ ὅτι πρῶ τός μου ἦν . Ἀλλ' ὅμως οὐκ ἄλλον οἶδε τὸν ὀπίσω ἐρχόμενον καὶ ἄλλον τὸν πρὸ αὐτοῦ ὄντα, ἀλλὰ τὸν αὐτὸν οἶδεν προαιώ νιον μὲν ὡς θεόν, ἄνθρωπον δὲ μετ' αὐτὸν ἐκ τῆς Παρθένου τεχθέντα. Οὕτω καὶ ὁ τρισμακάριος Θωμᾶς τῇ τοῦ Κυρίου σαρκὶ τὴν χεῖρα προσενεγκὼν Κύριον ὠνόμασε καὶ Θεόν, διὰ τῆς ὁρωμένης φύσεως καταμαθὼν τὴν ἀόρατον. Οὕτω καὶ ἡμεῖς τῆς μὲν αὐτοῦ σαρκὸς καὶ τῆς θεότητος τὴν διαφορὰν ἐπιστάμεθα, ἕνα δὲ ἴσμεν Υἱὸν τὸν ἐνανθρωπήσαντα Θεὸν Λόγον. Ταῦτα γὰρ καὶ παρὰ τῆς θείας Γραφῆς ἐδιδάχθημεν καὶ παρὰ τῶν ταύτην ἡρμηνευκότων Πατέρων, Ἀλεξάνδρου καὶ Ἀθανασίου τῶν μεγαλοφώνων κηρύκων τῆς ἀληθείας, οἳ τὸν ἀποσ τολικὸν ὑμῶν διεκόσμησαν θρόνον, καὶ Βασιλείου καὶ Γρηγο ρίου καὶ τῶν ἄλλων τῆς οἰκουμένης φωστήρων· ὅτι δὲ καὶ τοῖς τῶν μακαρίων Θεοφίλου καὶ Κυρίλλου συγγράμμασιν κεχρημένοι τοὺς ἀντιλέγειν τολμῶντας καὶ διὰ τούτων ἐπιστομίζομεν, αὐτὰ μαρτυρεῖ τὰ γράμματα. Τοὺς γὰρ τῆς δεσποτικῆς σαρκὸς καὶ τῆς θεότητος τὴν διαφορὰν ἀρνουμένους καὶ ποτὲ μὲν τὴν θείαν φύσιν εἰς σάρκα τετράφθαι λέγοντας, ποτὲ δὲ τὴν σάρκα εἰς θεότητος μεταβεβλῆσθαι φύσιν, τοῖς τῶν θαυμασίων τούτων ἀνδρῶν φαρμάκοις θεραπεύειν σπου δάζομεν. Σαφῶς γὰρ καὶ τῶν δύο φύσεων ἡμᾶς τὴν διαφορὰν ἐκπαιδεύουσι καὶ τὸ ἄτρεπτον τῆς θείας κηρύττουσι φύσεως καὶ τὴν δεσποτικὴν σάρκα θείαν μὲν ἀποκαλοῦσιν, ὡς τοῦ Θεοῦ Λόγου σάρκα γεγενημένην· τὸ δὲ εἰς θεότητος αὐτὴν μεταβεβλῆσθαι φύσιν, ὡς ἀσεβὲς ἀποκηρύττουσιν. Ὅτι δὲ καὶ ὁ τῆς μακαρίας καὶ ὁσίας μνήμης Κύριλλος πολλάκις ἡμῖν ἐπέστειλεν, οἶμαι καὶ τὴν σὴν εἰδέναι σαφῶς ἁγιότητα. Καὶ ἡνίκα δὲ τὰ κατὰ Ἰουλιανοῦ συγγράμματα εἰς τὴν Ἀντιόχειαν πέπομφεν, ὡσαύτως δὲ καὶ τὰ εἰς τὸν ἀπο πομπαῖον γραφέντα, τὸν μακάριον ᾔτησεν Ἰωάννην τὸν τῆς Ἀντιοχείας ἐπίσκοπον ἐπιδεῖξαι αὐτὰ τοῖς κατὰ τὴν Ἑῴαν διαπρέπουσι διδασκάλοις, καὶ δὴ τοῖς γράμμασιν εἴξας ὁ μακά ριος Ἰωάννης πέπομφεν ἡμῖν τὰς βίβλους καὶ ἀναγνόντες ἐθαυμάσαμεν καὶ ἐπεστείλαμεν τῷ τῆς μακαρίας μνήμης Κυρίλλῳ. Καὶ ἀντέγραψε πάλιν ἡμῖν καὶ ἀκρίβειαν ἡμῖν καὶ διάθεσιν μαρτυρῶν καὶ σώζεται παρ' ἡμῖν ταῦτα τὰ γράμματα. Ὅτι δὲ καὶ τοῖς περὶ Νεστορίου ὑπαγορευθεῖσι τόμοις ὑπὸ τοῦ τῆς μακαρίας μνήμης Ἰωάννου δὶς ὑπεγράψαμεν, μαρτυ ροῦσιν ἡμῶν αἱ χεῖρες. Ἀλλ' οὗτοι ταῦτα περὶ ἡμῶν θρυλοῦσι, τὴν οἰκείαν νόσον τῇ καθ' ἡμῶν συκοφαντίᾳ συσκιάζειν πει ρώμενοι. Ἀποστραφήτω τοίνυν ἡ ὁσιότης σου τοὺς λαλοῦντας τὸ ψεῦ δος καὶ τῆς ἐκκλησιαστικῆς φροντισάτω γαλήνης καὶ τοὺς διαφθείρειν τολμῶντας τῆς ἀληθείας τὰ δόγματα ἢ τοῖς ἀλε ξικάκοις θεραπευέτω φαρμάκοις ἢ τὴν θεραπείαν μὴ δεχομέ νους ὡς ἀνηκέστως διακειμένους τῶν ποιμνίων ἐξελασάτω, ἵνα μὴ τῆς ἐκείνων λώβης μεταλάχῃ τὰ πρόβατα· ἡμᾶς δὲ τῆς συνήθους ἀξιούτω προσρήσεως. Ὅτι γὰρ ἃ φρονοῦμεν γεγράφαμεν, μαρτυρεῖ καὶ τὰ παρ' ἡμῶν συγγραφέντα εἴς τε τὰς θείας Γραφὰς καὶ κατὰ τῶν τὰ Ἀρείου καὶ Εὐνομίου φρονούντων. Πρὸς δὲ τούτοις καὶ σύντομον ἀκροτελεύτιον τίθημι· Εἴ τις οὐ λέγει τὴν ἁγίαν Παρθένον Θεοτόκον ἢ ψιλὸν ἄνθρωπον ἀποκαλεῖ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἢ εἰς δύο υἱοὺς μερίζει τὸν ἕνα Μονογενῆ καὶ πρωτότοκον πάσης κτίσεως, ἐκπέσοι τῆς εἰς Χριστὸν ἐλπίδος καὶ ἐρεῖ πᾶς ὁ λαός· Γένοιτο, γένοιτο. Τούτων δὲ παρ' ἡμῶν οὕτως εἰρημένων τὰς ἱεράς σου εὐχὰς παρασχεῖν μοι, δέσποτα, καταξίωσον καὶ ἀντιγράφοις εὐφρᾶ ναι, δηλοῦσιν ὡς ἀπεστράφη σου ἡ ἁγιωσύνη τοὺς συκοφάν τας.