1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

41

πρὸς ἑαυτὸν ἀκοινώνητον κατεσκευακέναι τὸν Θεὸν τῶν ὅλων, οὐδ' οὕτω μὲν ἂν ὁ τῆς ἀγαθότη τος τοῦ Θεοῦ συνεχώρει λόγος πιθανὸν εἶναι τὸν λέ γοντα ἀκοινώνητον εἶναι τὸν Πατέρα τῶν αὐτῷ παρ όντων πρὸς τὸν ἐξ αὐτοῦ· εἶχε δ' ἂν ὅμως ἀκολου θίαν τὰ εἰρημένα. Νόμῳ δὲ φύσεως λέγειν ὑπάρχειν τὴν ἀλλοτρίωσιν, οὐδὲ τὴν ἐν τοῖς αἰσθητοῖς ἐστι φύ σιν ἐπεσκεμμένου· καθ' ἣν οὐχὶ τὰ ἀλλότρια, οὐδὲ τὰ ἐναντία, τὰ οἰκεῖα δὲ μᾶλλον καὶ τὰ προσήκοντα ἀπογεννᾶσθαι πέφυκεν ὑφ' ἑκάστου. Πάλιν οὖν καὶ ἐνταῦθα οὐ συνεῖδε τὴν πρὸς ἑαυτὰ τῶν εἰρημένων ἐναντιότητα. Ἐν γὰρ τοῖς κατ όπιν ἀγανακτῶν, πρὸς τοὺς ὅμοιον κατ' οὐσίαν τὸν Μο νογενῆ τῷ Πατρὶ λέγοντας, ἔγραψεν οὕτως· {ΕΥΝ.} Τὴν ἀρχὴν δὲ δοκοῦσί μοι οἱ τὴν ἀδέ σποτον, καὶ πάσης μὲν αἰτίας κρείττονα, πάντων δὲ νόμων ἐλευθέραν οὐσίαν τῇ γεννητῇ καὶ νόμοις πατρικοῖς δουλευούσῃ συγκρίνειν τολμήσαντες, ἢ μηδὲ ὅλως τὴν τῶν ὅλων φύσιν ἐπεσκέφθαι, ἢ μὴ καθαρᾷ τῇ διανοίᾳ τὰς περὶ τούτων ποιεῖσθαι κρίσεις. {ΒΑΣ.} Πῶς οὖν ἡ ἀδέσποτος καὶ πάντων νόμων ἐλευθέρα ἀνεφάνη νῦν οὐχ ἑκούσιον ἔχουσα τὸ ἀσύγ κριτον, ἀλλὰ νόμῳ φύσεως προειλημμένη, καὶ ἀπροαιρέτως τῆς πρὸς ἑαυτὴν κοινωνίας τὸ γεννητὸν ἀπελαύνουσα, ὥστε διὰ τοῦτο καὶ αὐτῷ τυγχάνειν τῷ Μονογενεῖ ἀπροσπέλαστος; Τοσοῦτον μὲν οὖν ἐν τοῖς λεγομένοις ὑπ' αὐτοῦ τὸ ἀσύμφωνον· τὸ δὲ ἀσε βὲς ὅσον; Ἀδέσποτον μὲν καὶ ἐλευθέραν τὴν τοῦ Πατρὸς οὐσίαν προσαγορεύει (εἴπερ οὖν ἀδέσποτος ἡ τῷ νόμῳ τῆς φύσεως ὑποκύπτουσα)· δουλικὴν δὲ εἶ ναι ἐξ ἀντιθέτου τὴν τοῦ Μονογενοῦς ἀποφαίνεται, καὶ ἐντεῦθεν τὸ ὁμότιμον τῆς φύσεως ἀφαιρούμενος. ∆ύο γὰρ ὄντων πραγμάτων, κτίσεώς τε καὶ θεότη τος· καὶ τῆς μὲν κτίσεως ἐν δουλείᾳ καὶ ὑπακοῇ τε ταγμένης, ἀρχικῆς δὲ οὔσης καὶ δεσποτικῆς τῆς θεό τητος· ὁ ἀφαιρούμενος τῆς δεσποτείας τὸ ἀξίωμα, καὶ εἰς τὸ τῆς δουλείας ταπεινὸν καταβάλλων, οὐχὶ δῆλός ἐστι καὶ διὰ τοῦτο συστοιχοῦντα αὐτὸν τῇ πάσῃ κτίσει δεικνύς; Οὐ γὰρ δὴ τοῦτο σεμνὸν αὐτῷ, εἰ τῶν ὁμοδούλων προέξει. Ἀλλ' εἰ μὴ βασιλεὺς καὶ ∆εσπότης ὁμολογοῖτο, οὐ τῇ τῆς φύσεως ἐλαττώσει, τῇ ἀγαθότητι δὲ τῆς προαιρέσεως καταδεχόμενος τὸ ὑπήκοον· τοῦτο χαλεπὸν καὶ φρικτὸν, καὶ ὄλεθρον φέρον τοῖς ἀρνουμένοις. Ὁ δὲ προστίθησιν· {ΕΥΝ.} Ὅτι τοῖς νόμοις τῆς φύσεως ἑπομένη ἡ τοῦ Θεοῦ οὐσία, οὔτε τὴν πρὸς ἕτερον σύγκρισιν ἐπιδέχεται, καὶ παρέχει ἡμῖν ἀκόλουθον καὶ προσ 29.645 ήκουσαν τῷ ἰδίῳ ἀξιώματι νοεῖν αὐτοῖς τὴν ἐνέρ γειαν. {ΒΑΣ.} Τοῦτο εἴρηται μὲν ἐκείνῳ εἰς ἀπόδειξιν τῆς ἀλλοτριώσεως τοῦ Μονογενοῦς πρὸς τὸν Πατέρα· συνίστησι δὲ τὸν ἡμέτερον λόγον. Εἰ γὰρ ἀκόλουθον καὶ προσήκουσαν τῷ ἰδίῳ ἀξιώματι παρέχει νοεῖν καὶ τὴν ἐνέργειαν ἡ τοῦ Θεοῦ οὐσία, ἀξίωμα μέν ἐστιν ἡ ἀγεννησία, ὡς Εὐνομίῳ δοκεῖ· τὸ δὲ αὐτὸ καὶ οὐσία κατὰ τὸν τούτων λόγον, ἐνέργεια δὲ τοῦ Θεοῦ ὁ Μονογενὴς, ἢ ἐνεργείας εἰκών. Καὶ τοῦτο κατὰ τὸν τούτων λόγον· ὥστε τούτοις ἀντιλέγειν παρ έλκον ἂν εἴη, οὐδὲν ἔχουσιν. Ἢ πολλοῦ ἂν τιμη σαίμην ἀρνεῖσθαι αὐτοὺς βλασφημίαν ταύτην· πλὴν, ἐπειδήπερ εἰρήκασιν, ἐξ αὐτῶν τῶν τούτοις εἰρημέ νων συλλογισώμεθα, ὅτι εἰς ἀξίωμα μὲν τοῦ Θεοῦ ἡ ἀγεννησία, τὸ δὲ αὐτὸ καὶ οὐσία, ἀκόλουθος δὲ καὶ προσήκουσα τῷ ἀξιώματι τοῦ Θεοῦ ἡ ἐνέργεια, αὕτη δέ ἐστιν ὁ Χριστὸς κατὰ τὴν τούτων ὑπόληψιν, οἰκεῖος ἄρα καὶ προσήκων τῇ οὐσίᾳ ἔσται τοῦ Θεοῦ. Καὶ τούτων οὐδέν ἐστιν ἡμέτερον. Αὐτὰ γὰρ τὰ τού των συνθέντες ῥήματα, ἐπ' αὐτῶν τὴν δεῖξιν ποιού μεθα. Τῇ οὐσίᾳ, φησὶ, τοῦ Θεοῦ ἀκολουθεῖ τὸ ἀξίωμα· τῷ ἀξιώματι ἀναλογοῦσά ἐστιν ἡ ἐνέργεια· τῆς ἐνερ γείας εἰκὼν ὁ Μονογενής· καὶ ἀνάπαλιν, εἰ τῆς μὲν ἐνεργείας ὁ Μονογενὴς εἰκὼν, ἡ δὲ ἐνέργεια τοῦ ἀξιώματος, τὸ δὲ ἀξίωμα τῆς οὐσίας, ὁ Μο νογενὴς ἔσται τῆς οὐσίας εἰκών. Οὕτω καὶ αὐτοὶ πολ λάκις οἱ ἐργάται τοῦ ψεύδους, ὑπὸ τῆς ἐνεργείας ἀγχόμενοι, μαρτυροῦσι τῇ ἀληθείᾳ καὶ μὴ βουλόμε νοι. Ἐπεὶ καὶ οἱ δαίμονες οὐχὶ εὐαγγελιστῶν ἐποίουν ἔργον, ἀλλ' ἀντιβλέπειν μὴ δυνάμενοι τῷ τῆς ἀλη θείας